Machabaeorum iv

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

καὶ Δανιὴλ ὁ δίκαιος εἰς λέοντας ἐβλήθη· καὶ Ἀνανίας καὶ Ἀζαρίας καὶ Μισαὴλ εἰς κάμινον πυρὸς ἀπεσφενδονήθησαν, καὶ ὑπέμειναν διὰ τὸν θεόν.

καὶ ὑμεῖς οὗν τὴν αὐτὴν πίστιν πρὸς τὸν θεὸν ἔχοντες, μὴ χαλεπαίνητε·

ἀλόγιστον γὰρ εἰδότας εὐσέβειαν μὴ ἀνθίστασθαι τοῖς πόνοις.

Διὰ τούτων τῶν λόγων ἡ ἑπταμήταωρ ἕνα ἕκαστον τῶν υἱῶν παρακαλοῦσα ἔπεισε μᾶλλον ἀποθανεῖν, ἡ παραβῆναι τὴν ἐντολὴν τοῦ θεοῦ.

ἔτι δὲ καὶ ταῦτα ἰδόντες ὅτι διὰ τὸν θεὸν ἀποθανόντες ζῶσιν τῷ θεῷ, ὥσπερ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ, καὶ πάντες οἱ πατριάρχαι.