Machabaeorum iv

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

ἱερὸν γὰρ εὐσεβείας στήσαντες χορὸν παρεθάρσυνον ἀλλήλους, λέγοντες

Ἀδελφικῶς ἀποθάνοιμεν ἀδελφοὶ περὶ τοῦ νόμου· μιμησώμεθα τοὺς τρεῖς τοὺς ἐπὶ τῆς Συρίας νεανίσκους, οἵ τῆς ἰσοπάλιδος καμίνου κατεφρόνησαν.

μὴ δειλανδρήσωμεν πρὸς τὴν τῆς εὐσεβίας ἀπόδειξιν.

[*](U+05D0V)[*](15 κακως] pr κακος ων V αποκτεινας U+05D0 (-κτιν.) V 16 om εφη U+05D0c.a (repos ut vid U+05D0c.b) V 17 απαυτομολω] αυτωμολω V * (.τομ. Vᵃ) αδελ φων μου] παιδων U+05D0* (αδ. μου U+05D0c.a αδελφων V μαρτυριας] αριστιας U+05D0V* (-τειας Vᵃ) 18 πατριον V γενει μου] εθνει (-νι U+05D0) ημων U+05D0V 20 ερ- ριφεν V απεδωκεν] + το πνα U+05D0 + την ψυχην V X III 1 ει δε] ΐδε A υπερεφρονησαν] συπερεφροσαν (sic) U+05D0* (υπερεφρονησ. U+05D0¹) υπερηφανησαν V πανταχοθεν] ποντοθεν V 2 ωσπερ] ει U+05D0* (ωσπ. U+05D0c.a) οι] om U+05D0* U+05D0c.a V παθεσι U+05D0 | εμιαροφ. Vᵃ ελεγαμεν (sic) U+05D0 γαρ 2⁰] αν U+05D0 om V | του τοις αυτους U+05D0 ενικησθαι V * ᵛⁱᵈ (νεν. Vᵃ) 3 παρα θῦ λογισμω U+05D0 παρα θω λογ. V 4 και 1⁰] ων U+05D0V 5 ουκ 1⁰] pr ο A ευλογιστιας A¹U+05D0V] ευλογιας A* πανθοκρατιαν U+05D0* (παθ. U+05D0¹) παθοκρατειαν Vᵃ μεν] + γαρU+05D0* (improb U+05D0c.ᵃ) επεστραφησαν (εεστρ. A* επ. A¹)] απεστραφησαν U+05D0* (επ U+05D0c.a ) 6 προ- βλητες] προπληταις A προβληταις U+05D0 προβλιται V * -βλητ. Va πυργοις A κυματων] pr των U+05D0V ανακοπτοντες] ανακαμπτοντες V παρεχουσι U+05D0V εισ- πλεουπι V 7 επταπυρος V* (-πυργ. V¹) ευσεβιας U+05D0; item 8 | ενει- κησε ακολασιαν] κολασιν U+05D0V 8 παρεθαρσυναν V 9 αποθανω- μεν U+05D0V (-νομ. V* -νωμ. Vᵃ) Ασσυριας (ασ superscr) A¹?ᵃU+05D0?V | εισεπο- λιδος A ισοπολιτιδου U+05D0* ισοπολιτιδος U+05D0c.a V καμινου] καιομενης U+05D0* (καμειν. U+05D0c.a) 10 ευσεβειας V επιδιξιν U+05D0)
751

καὶ ὁ μέν Θάρει, ἀδελφέ, ἔλεγεν· ὁ δέ Εὐγενῶς καρτέρησον.

[*](A) δὲ ἔλεγεν Μνήσθητε πόθεν ἐστέ, ἡ τίνος πατρὸς χειρὶ σφαγιασθῆναι διὰ τὴν εὐσέβειαν ὑπέρεινεν ὁ Ἰσαάκ.

εἶς δὲ ἕκαστος καὶ ἀλλήλους ὁμοῦ πάντες ἐφορῶντες φαιδροὶ καὶ μάλα θαρραλέοι Ἑαυτούς, ἔλεγον, τῷ θεῷ ἀφιερώσομεν ἐξ ὅλης τῆς καρδίας τῷ δόντι τὰς ψυχάς, καὶ χρήσωμεν τῆ περὶ τὸν νόμον φυλακῇ τὰ σώματα.

μὴ φοβηθῶμεν τὸν δοκοῦντα ἀποκτενεῖν.

μέγας γὰρ ψυχῆς ἀγὼν καὶ κίνδυνος ἐν αἰωνίῳ βασάνῳ κείμενος τοῖς παραβᾶσιν τὴν ἐντολὴν τοῦ θεοῦ.

καθοπλισώμεθα τοιγαροῦν τῇ τοῦ θείου λογισμοῦ παθοκρατίᾳ.

οὕτως παθόντας ἡμᾶς Ἀβραὰμ καὶ Ἰσαὰι καὶ Ἰακὼβ ὑποδέξονται, καὶ πάντες οἱ πατέρες ἐπαινέσουσιν.

καὶ ἐνὶ ἑκάστῳ τῶν ἀποσπωμένων αὐτῶν ἀδελφῶν ἔλεγον οἱ περιλειπόμενοι Μὴ καταισ χύνῃς ἡμᾶς, ἀδελφέ, μηδέ ψεύσῃ τοὺς προαποθανόντας.

Οὐκ ἀγνοεῖτε δὲ τὰ τῆς ἀνθρωπότητος φίλτρα, ἄπερ ἡ θεία καὶ πάνσοφος πρόνοια διὰ τῶν πατέρων τοῖς γενναομένοις ἐμέρισεν, καὶ διὰ τῆς μητρῷος φυτεύσισα γαστρός·

ἐν ἦ τὸν ἴσον ἀδελφοὶ κατοικήσαντες χρόνον, καὶ ἐν τῷ αὐτῷ χρόνῳ πλασθέντες, καὶ ἀπὸ τοῦ αὐτοῦ αἵματος αὐξηθέντες, καὶ διὰ τῆς αὐτῆς ψυχῆς τελεσφορηθέντες,

καὶ διὰ τῶν ἴσων ἀποτεχθεντες χρόναον, καὶ ἀπὸ τῶν αὐτῶν γαλακτοποτοῦντες πηγῶν, ἀφʼ οὗ συντρέφονται ἐναγκαλισμάτων φιλάδελφοι ψυχαί

καὶ αδξονται σφοδρότερον διὰ συντροφίας καὶ τῆς καθʼ ἡμέραν συνηθείας καὶ τῆς ἄλλης παιδίας καὶ τῆς ἡμετέρας ἐν νόμῳ θεοῦ ἀσκήσεως.

οὕτως δὴ τοίνυν καθεστηκυίας τῆς φιλαδελφίας συμπαθούσης, οἱ ἑπτὰ ἀδελφοὶ συνπαθέστερον [*](11 κατερησον V (καρτ. Vᵃ) 12 ελεγεν] pr καταμνησθεις U+05D0V om U+05D0V μνησθητε U+05D0* (hab U+05D0c.a) πατρος] προ (pro κρς) A ευσεβιαν ο Ισαακ (-σακ U+05D0* -σαακ U+05D0c.ᵃ)] om ο U+05D0V 13 om και 10 U+05D0V εφορων (sic) A φαιδροι] pr εδραιοι και V αφιερωσωμεν U+05D0Va | δοντι] δίδοντι V 14 αποκτενειν U+05D0 15 μεγα A* (ς superscr Aᵃ?) om αγων και V αιωνι U+05D0* ( νιω U+05D0c.ᵃ) παραβασιν (-σι U+05D0* )] παραβαινουσιν U+05D0c.a (σι) V 16 την του θ. λ. παθοκρατιαν U+05D0V (-τειαν Vᵃ) 17 ουτως (τω U+05D0)] + γαρ U+05D0V παθοντας] θανοντας U+05D0V Ισακ U+05D0* (Ισαακ U+05D0c.a) 18 απο- σπωμενων] + ων V (improtb V¹) ουτων] αυτω U+05D0* (.τῶν U+05D0c.ᵃ) αδελφω A μηδε] μη V προαποθανοντας] ημων αδελφους U+05D0V 19 ανθρω- ποτητος] αδελφοτητος U+05D0 | incep πανσοπ. U+05D0* (πανσοφ. U+05D01) των παι.] om των U+05D0 | γαστρος] incep α U+05D0* (improb U+05D01) 20 χρονω] χρονων V 21 γαλακτο- ποτουντες (-ποουντ. A* ποι. A¹)] γαλακτοτροφουντες U+05D0* (γαλακτοποτ. U+05D0c.ᵃ) γαλα ποτισθεντες V ου] ων U+05D0V συνστρεφονται εναγκαλισματων AU+05D0 (? μα τῶν U+05D0*)] εν αγκάλαις ματων V (αl)ματων) Vᵃ) φιλαδελφων U+05D0* (-φοι U+05D0c.a) 22 συντροφαν συνηθιας U+05D0 | παιδειας 23 συνπαθουσης της φιλαδελφίας U+05D0 συμπαθοῦς της φιλ. V)

752
[*](A) ἔσχον τὴν πρὸς ἀλλήλους ὁμόνοιαν.

νόμῳ γὰρ τῷ αὐτῷ παιδευθέντες, καὶ τὰς αὐτὰς ἐξασκήσαντες ἀρετάς, καὶ τῷ δικαίῳ συντραφέντες βίῳ, μᾶλλον ἐφʼ αὐτοὺς ἤγαγον.

ἡ γὰρ ὁμοζηλία τῆς καλοκἀγαθίας ἐπέτεινεν αὐτῶν τὴν πρὸς ἀλλήλους ὁμόνοιαν

σὺν γὰρ τῇ εὐσεβείᾳ ποθεινοτέραν αὐτοῖς κατεσκεύαζεν τὴν φιλαδελφίαν.

ἀλλʼ ὁμοίως καίπερ τῆς φύσεως καὶ τῆς συνηθείας καὶ τῶν τῆς ἀρετῆς ἠθῶν τὰ τῆς ἀδελφότητος αὐτοῖς φίλτρα συναυξόντων, ἀνέσχοντο διὰ τὴν εὺσέβειαν τοὺς ἀδελφοὺς οἱ ὑπολελιμμένοι τοὺς καταικιζομένους ὁρῶντες μέχρι θαυάτου βασανιζομένους.