Machabaeorum iv

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

μέλλων δὲ ἀποθνήσκειν, ἔφη

Ἡμεῖς μέν, ὦ μιερώτατε τύραννε, διὰ παιδείαν καὶ ἀρετὴν θεοῦ ταῦτα πάσχομεν·

ηὺ ῆὲ διή τὴν ἀσέβειαν καὶ μιαιβονίαν ἀκαταλύτους καρτερήσεις βασάνους.

Καὶ τούτου θανόντος ἀδελφοπρεπῶς, τὸν τέταρτον ἐπεσπῶντο, λέγοντες

Μὴ μανῆς καὶ σὺ τοῖς ἀδελφοῖς σου τὴν αὐτὴν μανίαν, ἀλλὰ πεισθεὶς τῷ βασιλεῖ σῶζε σεαυτόν.

ὁ δὲ αὐτοῖς ἔφη Οὐχ οὕταως καυστικώτερον ἔχετε κατʼ ἐμοῦ τὸ πῦρ, ὥστε με δειλανδρῆσαι.

μὰ τὸν μακάριον τῶν ἀδελφῶν μου θάυατον, καὶ τὸν αἰώνιον τοῦ τυράννου ὄλεθρον, καὶ τὸν ἀοίδιμον τῶν εὐσεβῶν βίον, οὐκ ἀρνήσομαι τὴν εὐγενῆ ἀδελφότητα.

ἐπινόει, τύραννε, βασάνους· ἵνα καὶ διή τούτων μάθῃς, ὅτι ἀδελφός εἰμι τῶν προβασανισθέντωυ.

ταῦτα ἀκούσας ὁ αἱμοβόρος καὶ φονώδης καὶ πανμιερώτατος Ἀντίοχος, ἐκέλευσεν τὴν γλῶτταν αὐτοῦ ἐκτεμεῖν.

ὁ δὲ ἔφη Κδν ἀφέλῃς τὸ τῆς φωνῆς ὄργανον, καὶ σιωπώντων ἀκούει ὁ θεός.

ἰδηὺ κεχάλασται ἡ γλῶσσα· τέμνε. οὐ γὰρ παρά τοῦτο τὸν λογισμὸν ἡρῶν γλωσσοτομήσεις.

ἡδέως ὑπέρ τοῦ θεοῦ τ τοῦ σώματος μέλη ἀκραυτηριαζόμεθα.

ηὲ δὲ ταχέαος μετελεύσεται ὁ θεός· τὴν γάρ τῶν θείων ὕμνων μελῳδὸν γλῶτταν ἐκτέμνεις.

Ὡς δὲ καὶ οὐτος ταῖς βασάνοις καταικισθεὶς ἐναπέθανεν, ὁ πέμπτος παρεπήδησεν, λέγων

Οὐ μέλλω, τύραννε, πρὸς τὸν ὑπέρ τῆς ἀρετῆς βασανισμὸν παραιτεῖσθαι

αὐτὸς δʼ ἀπʼ ἐμαυτοῦ παρῆλθου, ὅπως κἀμέ κατακτείνας, περὶ πλειόνων ἀδικημάτων ὄφιλήσῃς τῇ οὐρανίῳ δίκῃ τιμαωρίαν.

ὦ μισάρετε και μισάνθρωπε, τί δράσαντας ἡμᾶς τοῦτον πορθεῖς τὸν τρόπον;

ἤ κακόν σοι δοκεῖ, ὅτι τὸν πάντων κτίστην εὐσεβοῦμεν, καὶ κατἀ τὸν ἔνάρετον αὐτοῦ ζῶμεν νόμον;

ἁλλὰ ταῦτα τιμῶν. οὐ βασάνων ἐστὶν ἄξια,

εἴπερ ᾐσθάνου ἀνθρώπους ποθῶν, καὶ ἐλπίδα εἰχες παρὰ θεῷ σωτηρίου·