Machabaeorum iii

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

Βασιλεὺς Πτολεμαῖος Φιλοπάτωρ τοῖς κατʼ Aἴγυπτον στρατηγοῖς καὶ πᾶσιν τοῖς τεταγμένοις ἐπὶ πραγμάτων χαίρειν καὶ ἐρρῶσθαι.

ἐρρώμεθα δὲ καὶ αὐτοὶ καὶ τὰ τέκνα ἡμῶν, κατευθύνοντος ἡμῖν τοῦ μεγάλου θεοῦ τὰ προστάγματα, καθὼς προαιρούμεθα.

τῶν φίλων τινὲς κατὰ κακοήθειαν πυκνότερον ἡμῖν παρακείμενοι, συνέπεισαν ἡμᾶς εἰς τὸ τοὺς ὑπὸ τὴν βασιλείαν Ἰουδαίους συναθροίσαντας τὰ σνστήματα κολάζεσθαι ξενιζούσαις ἀποστάντων τιμωρίαις·

προφερόμενοι μηδέποτε εὐσταθήσειν τὰ πράγματα ἡμῶν, δι᾿ ἣν ἔχουσιν οὗτοι πρὸς τὰ ἔθνη δυσμενίαν, μέχρι ἄν συντελεσθῇ τοῦτο.

οἴ καὶ δεσμίους καταγαγόντες αὐτοὺς μετὰ σκυλμῶν ὡς ἀνδράποδα, μᾶλλον δὲ ὡς ἐπιβούλους, ἄνευ πάσης ἀνακρίσεως καὶ ἐξετάσεως ἐπεχείρησαν ἀνελεῖν, νόμου Σκυθῶν ἀγριοτέραν ἐνπεπηρμένοι ὠμότητα.

ἡμεῖς δὲ ἐπὶ τούτοις σκληρότερον διαπειλησάμενοι, καθʼ ἣν ἔχομεν πρὸς ἄπαντας ἀνθρώπους ἐπιεικίαν, μόγις τὸ ζῆν αὐτοῖς χαριζόμενοι, καὶ τὸν ἐπουράνιον θεὸν ἐγνωκότες ἀσφαλῶς ὑπερησπικότα τῶν Ἰουδαίων, [*](V)[*](36 λιχνιας V 38 εικαδος] ος sup ras V? | om του ΙΙαχων V Επιφει (1⁰) A om επι V ημερας V* (-ραις Vᵃ) 39 om αυτους V 40 πανθ] π sup ras A? 41 δε] τε V VII 1 ερρωσθε A 2 κατευθυναντος V προσταγματα] πραγματα V καθως προαιρ.] καθωσπερ αιρ. V 3 των φιλων] pr και V om κατα V συνεπεισαν] επεισαν V τα συστηματα] om τα V | κολασασθαι V αποστατων V 4 μηδεποτε] μηποτε V εθνη] pr παντα V δυσμενειαν Vᵃ om αν V 5 καταγαγοντες] συναγαγοντες V επεχειρησαν] προεπεχ. V om ανελειν V ενπεπηρμενοι] ενπεπορπημενοι V ωμοτητα] ωμ rescr Vᵃ 6 δε] γε V απαντας] παντας V επιεικειαν Vᵃ χαρισαμενοι V)

727
ὡς πατέρα ὑπέρ υἱῶν διὰ παντὸς συμμαχοῦντα,

τὴν τε τοῦ φίλου [*](A) ἣν ἔχουσιν βεβαίαν πρὸς ἡμᾶς καὶ τοὺς προγόνους ἡμῶν εὔνοιαν ἀναλογισάμενοι, δικαίως ἀπολελύκαμεν πάσης καθʼ ὁντινοῦν αἰτίας τρόπον.

καὶ προστετάχαμεν ἑκάστῳ πάντας εἰς τὰ ἴδια ἐπιστρέφειν, ἐν παντὶ τρόπῳ μηθενὸς αὐτοὺς τὸ σύνολον καταβλάπτοντος, μήτε ὀνειδίζοντος περὶ τῶν γεγενημένων παρὰ λόγον.

γινώσκετε γὰρ ὅτι κατὰ τούτων ἐάν τι κακοτεχνήσωμεν πονηρόν, ἢ ἐπιλυπήσωμεν αὐτοὺς τὸ σύνολον, οὐκ ἄνθρωπον, ἀλλὰ τὸν πάσης δεσπόζοντα δυνάρεως θεὸν ὕψιστον ἀντικείμενον ἡμῖν ἐπʼ ἐκδίκησιν τῶν πραγμάτων κατὰ πᾶν ἀφεύκτως διὰ παντὸς ἕξομεν. ἔρρωσθε.

Δαβόντες δὲ·τὴν ἐπιστολὴν ταύτην, οὐκ ἐσπούδασαν εὐθέως περὶ τὴν ἄφοδον, ἀλλὰ τὸν βασιλέα προσηξίωσαν τοὺς ἐκ τοῦ γένους τῶν Ἰουδαίων τὸν ἅγιον θεὸν αὐθαιρέτως παραβεβηκότας τοῦ θεοῦ τὸν νόμον, τυχεῖν δι᾿ αὐτῶν τῆς ὀφειλομένης κολάσεως·

προφερόμενοι τοὺς γαστρὸς ἕνεκεν τὰ θεῖα παραβεβηκότας προστάγματα μηδέποτε εὐνοήσειν μηδὲ τοῖς τοῦ βασιλέως προστάγμασιν.

ὁ δὲ τἀληθές αὐτοὺς λέγειν παραδεξάμενος καὶ παραινέσας, ἔδωκεν αὐτοῖς ἄδειαν πάντων, ὅπως τοὺς παραβεβηκότας τοῦ θεοῦ τὸν νόμον ἐξολεθρεύσωσιν κατὰ πάντα τὸν ὑπὸ τῆς βασιλείας αὐτοῦ τόπον μετὰ παρρησίας, ἄνευ πάσης βασιλικῆς ἐξουσίας καὶ ἐπισκέψεως.

τότε κατευφημήσαντες αὐτόν, ὡς πρέπον ἦν, οἱ τούτων ἱερεῖς καὶ πᾶν τὸ πλῆθος, ἐπιφωνήσαντες τὸ ἁλληλουιά, μετὰ χαρᾶς ἀνέλυσαν·

οὗτοί τε τὸν ἐμπεσόντα τῶν μεμιαμμένων ὁμοεθνῆ κατὰ τὴν ὀδὸν ἀπέκτεννον, καὶ μετὰ παραδιγματισμῶν ἀνήρουν.

ἐκείνῃ δὲ τῇ ἡμέρᾳ ἀνεῖλον ὑπέρ τοὺς τριακοσίους ἄνδρας, ἣν καὶ ἤγαγον εὐφροσύνην μετὰ χαρᾶς βεβήλους χειρωσάμενοι.

αὐτοὶ δὲ οἱ μέχρι θανάτου τὸν θεὸν ἐσχηκότες, παντελῆ σωτηρίαν ἀπόλυσιν ἐσχηκότες, ἀνέζευξαν ἐκ τῆς πόλεως [*](6 πατερα] πηρ (sic) V 7 ην] pr δι A V εχουσι V απελυσαμεν V om V πασης V καθ οντινα ουν Vᵃ 8 τροπω] τοπω V |μηθεν A μηδενος V αυτοις V ονειδιζοντος] ονειδιζειν V γεγενημενων] γενομενων V 9 κακοτεχνασωμεν V εκδικησει V ερρωσθαι A V* (-σθε Vᵃ) 10 ευθεως] + γενεσθαι V αφοδον] ανωδον V (ανοδ. Vᵃ) βασιλεως A προσηξιωσαν] ξιω sup ras Aᵃ αυθετως V* (-θαιρετως Vᵃ) δια την A (δι ουτων V) οφειλομενης] οφιλουσης V (οφειλ. Vᵃ) 11 προσταγμασιν] πραγμασιν V 12 εξολοθρευσωσιν V* (-σι Vᵃ) την βασιλειαν V και 2⁰] η V 13 το αλλ.] pr τον A 14 ουτοι] ουτως V μεμιασμενων V ομοεθνει V* (- νῃ Vᵃ) απεκτεννον] εκολαζοντο V παραδειγμ. V 15 om ην V χειρωσαμενοι] κεχειρωμενοι V 16 σωτη- ριαν απολυσιν]ʼ σωτηριας απολαυσιν V εσχηκοτες 2⁰| ειληφοτες V ανεζευξεν A Οm ευωδεστατοις V ανθεσι V)

728
[*](A) βοῆς, ἐν αἴνοις καὶ πανμελέσιν ὕμνοις εὐχαριστοῦντες τῷ θεῷ τῶν πατέρων αὐτῶν ἁγίῳ σωτῆρι τοῦ Ἰσραήλ.

Παραγενηθέντες δὲ εἰς Πτολεμαίδα τὴν ὀνομαζομένην διὰ τὴν τοῦ τόπου ἰδιότητα ῥοδοφόρον, ἐν ᾖ προσέμεινεν αὐτοὺς ὁ στόλος κατὰ κοινὴν αὐτῶν βουλὴν ἡμέρας ἑπτά,

ἐκεῖ ἐποίησαν πότον σωτηρίου, τοῦ βασιλέως χορηγήσαντος αὐτοῖς εὐψύχως τὰ πρὸς τὴν ἄφιξιν πάντα ἑκάστῳ ἕως ἐπὶ τὴν ἰδίαν οἰκίαν.

καταχθέντες δέ μετʼ εἰρήνης ἐν ταῖς πρεπούσαις ἐξομολογήσεσιν, ὡσαύτως κἀκεῖ ἔστησαν καὶ ταύτας ἄγειν τὰς ἡμέρας ἐπὶ τὸν τῆς παροικίας αὐτῶν χρόνον εὐφροσύνους·

ἃς καὶ ἀνιερώσαντες ἐν στήλῃ, κατὰ τὸν τῆς συμποσίας τόπον προσευχῆς καθιδρύσαντες, ἀνέλυσαν ἀσινεῖς, ἐλεύθεροι, ὑπερχαρεῖς, διά τε γῆς καὶ θαλάσσης καὶ ποταμοῦ ἀνασωζόμενοι τῇ τοῦ βασιλέως ἐπιταγῇ, ἕκαστος εἰς τὴν