Machabaeorum iii

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

εἰ δὲ ἀσεβείαις κατὰ τὴν ἀποικίαν ὁ βίος ἡμῶν ἐνέσχηται, ῥυσάμενος ἡμᾶς ἀπὸ ἐχθρῶν χειρός, ᾧ προαιρῇ, δέσποτα, ἀπόλεσον ἡμᾶς μόρῳ.

μὴ τοῖς ματαίοις οἱ ματαιόφρονες εὐλογησάτωσαν ἐπὶ τῇ τῶν ἠγαπημένων σου ἀπωλείᾳ, λέγοντες Οὐδὲ ὁ θεὸς αὐτῶν ἐρύσατο αὐτούς.

σὺ δὲ ὁ πᾶσαν ἀλκὴν καὶ δυναστείαν ἔχων ἅπασαν, αἰώνιε, νῦν ἔπιδε· ἐλέησον ἡμᾶς τοὺς καθʼ ὕβριν ἀνόμων ἀλόγιστον ἐκ τοῦ ζῇν μεθισταμένους ἐν ἐπιβούλων τρόπῳ.

πτηξάτω δὲ ἔθνη σὴν δύναμιν ἀνίκητον σήμερον, ἔντιμε, δυνάμεις ἔχων ἐπὶ σωτηρίαν Ἰακὼβ γένους.

ἱκετεύει σε τὸ πᾶν πλῆθος τῶν νηπίων καὶ οἱ τούτων γονεῖς μετὰ δακρύων.

δειχθήτω πᾶσιν ἔθνεσιν, ὅτι μεθʼ ἡμῶν εἶ, κύριε, καὶ οὐκ ἀπέστρεψας τὸ πρόσωπόν σου ἀφʼ ἡμῶν· ἀλλὰ καθὼς εἶπας Οὐδὲ ἐν τῇ γῇ τῶν ἐχθρῶν αὐτῶν ὄντων ὑπέριδον αὐτούς, οὕτως ἐπιτέλεσον, κύριε.

Τοῦ δὲ Ἐλεαζάρου λήγοντος ἄρτι τῆς προσευχῆς, ὁ βασιλεὺς σὺν τοῖς θηρίοις καὶ παντὶ τῷ τῆς δυνάμεως φρυάγματι κατὰ τὸν ἱππόδρομον παρῆγεν.

καὶ θεωρήσαντες οἱ Ἰουδαῖοι, μέγα εἰς οὐρανὸν ἀνέκραξαν, ὥστε καὶ τοὺς παρακειμένους αὐλῶνας συνηχήσαντας ἀκατάσχετον πτοὴν ποιῆσαι παντὶ τῷ στρατοπέδῳ.

τότε ὁ μεγαλόδοξος καὶ παντοκράτωρ καὶ ἀληθινὸς θεός, ἐπιφάνας τὸ ἅγιον αὐτοῦ πρόσωπον, ἠνέῳξεν τὰς οὐρανίους πύλας, ἐξ ὧν δεδοξασμένοι δύο φοβεροειδεῖς ἄγγελοι κατέβησαν φανεροὶ πᾶσιν πλὴν τοῖς Ἰουδαίοις,

καὶ ἀντέστησαν, καὶ τὴν δύναμιν τῶν ὑπεναντίων ἐπλήρωσαν ταραχῆς καὶ δειλίας καὶ ἀκινήτοις ἔδησαν πέδαις.

καὶ ὑπόφρικον καὶ τὸ τοῦ βασιλέως σῶμα ἐγενήθη, καὶ λήθη τὸ θράσος αὐτοῦ τὸ βαρύθυμον ἔλαβεν.

καὶ ἀπέστρεψαν τὰ θηρία ἐπὶ τὰς συνεπομένας ἐνόπλους δυνάμεις, καὶ κατεπάτουν αὐτοὺς καὶ ὠλέθρευον.

Καὶ μετεστράφη τοῦ βασιλέως ἡ ὀργὴ εἰς οἶκτον καὶ δάκρυα ὑπὲρ τῶν ἔμπροσθεν αὐτῷ μεμηχανευμένων.

ἀκούσας γὰρ τῆς κραυγῆς, καὶ συνιδὼν πρηνεῖς ἅπαντας εἰς τὴν ἀπώλειαν, δακρύσας μετ᾿ ὀργῆς τοῖς φίλοις διηπειλεῖτο, λέγων

Παραβασιλεύετε, καὶ τυράννους ὑπερβεβηκότες ὠμότητι· καὶ ἐμέ αὐτὸν τὸν ὑμῶν εὐεργέτην ἐπιχειρεῖτε τῆς ἀρχῆς ἤδη καὶ τοῦ πνεύματος μεθιστᾷν, λάθρα μηχανώμενοι τὰ μὴ συμφέροντα [*](V)[*](9 υβριζομενους V 10 ω] ως V 11 om τη V | απωλια V* (-λεια Vᵃ) | ερρυσατο Vᵃ 12 ανομον V | μεθιστανομενους V 13 εντιμε] εν τινι με A | δυναμεις] δυναμει A δυναμιν V | σωτηρια V 15 om εθνεσιν V | ουδε] οτι ουδ V | υπερειδον V 17 συνηχθησαντας AV | om πτοην V 18 om και 1⁰ V 20 βαρυθμον V* (-θυμ. Vᵃ) 21 αυτας V 23 διη- πειλειτο] ηπειλειτο V* (-λητο Vᵃ) 24 υπερβεβηκετε V | εμε αυτον] εμαυτον V | τον υμων] om τον V | επιχειρητε V* (-ρειτε Vᵃ))

725
τῇ βασιλείᾳ.

τίς τοὺς κρατήσαντας ἡμῶν ἐν πίστει τὰ τῆς χώρας [*](A) ὀχυρώματα τῆς οἰκίας ἀποστήσας, ἕκαστον ἀλόγως ἤθροισεν ἐνθάδε;

τίς τοὺς ἐξ ἀρχῆς εὐνοίᾳ πρὸς ἡμᾶς κατὰ πάντα διαφέροντας πάντων ἐθνῶν, καὶ τοὺς χειρίστους πλεονάκις ἀνθρώπων ἐπιδεδιγμένους κινδύνους, οὕτως ἀθέσμως περιέβαλεν αἰκίαις;

λύσατε, ἐκλύσατε ἄδικα δεσμά· εἰς τὰ ἴδια μετ᾿ εἰρήνης ἐξαποστείλατε, τὰ προστεταγμένα παραιτησάμενοι.

ἀπολύσατε τοὺς υἱοὺς τοῦ παντοκράτορος ἐπουρανίου θεοῦ ζῶντος, ὃς ἀφʼ ἡμετέρων μέχρι τοῦ νῦν προγόνων ἀπαραπόδιστον εὐστάθειαν μετὰ δόξης προφέρει τοῖς ἡμετέροις πράγμασιν.

ὁ μἐν οὖν ταῦτα ἐξέλεξεν· οἱ δὲ ἐν ἀμερεῖ χρόνῳ λυθέντες, τὸν ἅγιον σωτῆρα θεὸν αὐτῶν ηὐλόγουν, ἄρτι τὸν θάνατον ἐκπεφυγότες.