Machabaeorum iii

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

θαυμάσας δὲ καὶ τὴν τοῦ ἱεροῦ εὐταξίαν, ἐνεθυμήθη βουλεύσασθαι εἰς τὸν ναὸν εἰσελθεῖν.

τῶν δὲ εἰπόντων μὴ καθήκειν γίνεσθαι τοῦτο, διὰ τὸ μηδὲ τοῖς ἔθνεσιν εἰσιέναι, μηδὲ πᾶσιν τοῖς ἱερεῦσιν, ἀλλʼ ἢ μόνῳ τῷ προηγουμένῳ πάντων ἀρχιερεῖ, καὶ τούτῳ κατʼ ἐνιαυτὸν ἅπαξ, ὁ δὲ οὐδαμῶς ἐπείθετο.

τοῦ τε νόμου παραναγνωσθέντος, οὐδ᾿ ὣς ἀπέλειπεν προφερόμενος ἑαυτὸν δεῖν εἰσελθεῖν, λέγων Καὶ εἰ ἐκεῖνοι ἐστέρηνται ταύτης τῆς τιμῆς, ἐμὲ δὲ οὐ δεῖ.

καὶ ἐπυνθάνετο διὰ τίνα αἰτίαν αὐτὸν εἰσερχόμενον εἰς πᾶν τέμενος οὐθεὶς ἐκώλυσεν τῶν παρόντων.

καί τις ἀπρονοήτως ἔφη κακῶς αὐτὸ τοῦτο τερατεύεσθαι·

γινομένου δέ, φησίν, τούτου, διὰ τίνα αἰτίαν οὐχὶ πάντων εἰσελεύσεσθαι, καὶ θελόντων αὐτῶν καὶ μή;

Τῶν δὲ ἱερέων ἐν πάσαις ταῖς ἐσθήσεσιν προσπεσόντων, καὶ δεομένων τοῦ μεγίστου θεοῦ βοηθεῖν τοῖς ἐνεστῶσιν, καὶ τὴν ὁρμὴν τοῦ κακῶς ἐπιβαλλομένου μεταθεῖναι, κραυγῆς τε μετὰ δακρύων τὸ ἱερὸν ἐμπλησάντων,

οἱ κατὰ τὴν πόλιν ἀπολειπόμενοι ταραχθέντες ἐξεπήδησαν, ἄδηλον τιθέμενοι τὸ γινόμενον.

αἵ τε κατάκλειστοι παρθένοι ἐν θαλάμοις σὺν ταῖς τεκούσαις ἐξώρμησαν· καὶ ἀπέδωκαν κόνει τὰς κόμας πασάμεναι, πού γε καὶ στεναγμῶν ἐνεμπίπλων τὰς πλατείας.

αἱ δὲ καὶ προσαρτίως ἐσταλμέναι, τοὺς πρὸς ἅπαν νῦν διατεταγμένους καὶ τὴν ἁρμόζουσαν αἰδὼ παραλείπουσαι, δρόμον ἄτακτον συνίσταντο,

τὰ δὲ νεογνὰ τῶν τέκνων αἱ πρὸς τούτοις μητέρες καὶ τιθηνοὶ παραλείπουσαι ἄλλως καὶ ἄλλως, αἱ μὲν κατʼ οἴκους, αἱ δὲ κατὰ τὰς ἀγυιὰς ἀνεπιστρέπτως εἰς τὸ πανυπέρτατον ἱερὸν ἠθροίζοντο.

ποικίλη δὲ ἦν τῶν εἰς τοῦτο συλλεγέντων [*](V)[*](7 καταστησαι V 8 συμβεβηκοσι V | χαρισ. V* (χαρησ. Vᵃ) | προς 2⁰] παρ V 9 πιστω] μεγιστω V | τοπω] τοπον A | ευσεβεια] ευπρεπεια V | καταπλαγεις V 11 εθνεσιν] εκ του εθνους V 12 παραγνωσθ. A V | ουδ ως] ουδαμως V | εκεινω (sic) A 13 δια τινα] ατινα (sic) A | τετεμενος (sic) A | ουδεις V | διεκωλυσεν V* -σε Va 15 γενομενου V | παντες V 16 προπεσοντων V* (προσπ. Vᵃ) | μεγιστου] μεγαλου V | τε] δε V 18 πασσ. Vᵃ | που γε] γοου τε V | ενεμπιμπλων V* ενεπιμπλ. Vᵃ 19 δια- τεταγμενην (sic) A | ατακτον] + εν τη πολει V 20 νεογνα] ναιογνα (γ rescr A¹) A | αι 1⁰] + τε A | αι 2⁰] και A | δε κατα τας] δεκατας (sic ut vid) A)

711
ἡ δέησις ἐπὶ τοῖς ἀνοσίως ὑπʼ ἐκείνου κατεγχειρουμένοις.

σύν τε [*](A) τούτοις οἱ περὶ τῶν πολιτῶν θρασυνθέντες οὐκ ἠνείχοντο τέλεον αὐτοῦ ἐπικειμένου καὶ τὸ τῆς προθέσεως ἐκπληροῦν διανοουμένου·

φωνήσαντες δὲ τὴν ὁρμὴν ἐπὶ τὰ ὅπλα ποιήσασθαι, καὶ θαρραλέως ὑπὸ τοῦ πατρῴου νόμου τελευτᾷν, ἱκανὴν ἐποίησαν ἐν τῷ τόπῳ τραχύτητα, μόλις δὲ ὑπό τε τῶν γεραιῶν καὶ τῶν πρεσβυτέρων ἀποτραπέντες, ἐπὶ τὴν αὐτὴν τῆς δεήσεως παρῆσαν στάσιν.

καὶ τὸ μὲν πλῆθος ὡς ἔμπροσθεν τούτοις ἀνεστρέφετο δεόμενον.

οἱ δὲ περὶ τὸν βασιλέα πρεσβύτεροι πολλαχῶς ἐπειρῶντο τὸν ἀγέρωχον αὐτοῦ νοῦν ἐξιστάνειν τῆς ἐντεθυμημένης ἐπιβουλῆς.

θρασυνθεὶς δὲ καὶ πάντας παραπέμψας ἤδη, καὶ πρόσβασιν ἤδη ἐποιεῖτο, τέλος ἐπιθήσειν δοκῶν τῷ προειρημένῳ.

ταῦτα οὖν καὶ οἱ περὶ αὐτὸν ὄντες θεωροῦντες ἐτράπησαν εἰς τὸ σὺν τοῖς ἡμετέροις ἐπικαλεῖσθαι τὸν πᾶν κράτος ἔχοντα τοῖς παροῦσιν ἐπαμῦναι, μὴ περιιδόντα τὴν ἄνομον καὶ ὑπερήφανον πρᾶξιν.

ἐκ δὲ τῆς πυκνοτάτης τε καὶ ἐνπόνου τῶν ὄχλων συναγομένης κραυγῆς ἀνείκαστός τις ἦν βοή·

δοκεῖν γὰρ ἦν μὴ μόνον τοὺς ἀνθρώπους, ἀλλὰ καὶ τὰ τείχη καὶ τὸ πᾶν ἔδαφος ἠχεῖν, ἅτε δὴ τῶν πάντων τότε θάνατον ἀλλασσομένων ἀντὶ τῆς τοῦ τόπου βεβηλώσεως.