Machabaeorum iii

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

Ο ΔΕ Φιλοπάτωρ παρὰ τῶν ἀνακομισθέντων μαθὼν τὴν γινομένην [*](A) τῶν ἐπʼ αὐτοῦ κρατουμένων τόπων ἀφαίρεσιν ὑπὸ Ἀντιόχου, παραγγείλας ταῖς πάσαις δυνάμεσιν πεζικαῖς καὶ ἱππικαῖς, καὶ τὴν ἀδελφὴν Ἀρσινόην συνπαραλαβών, ἐξώρμησεν μέχρι τῶν κατὰ Ῥαφίαν τόπων, ὅπου παρεμβεβλήκεισαν οἱ περὶ Ἀντίοχον.

Θεόδοτος δέ τις ἐκπληρῶσαι τὴν ἐπιβουλὴν διανοηθείς, παραλαβὼν τῶν προυποτεταγμένων αὐτῷ ὅπλων Πτολεμαικῶν τὰ κράτιστα, διεκομίσθη νύκτωρ ἐπὶ τὴν τοῦ Πτολεμαίου σκηνήν, ὡς μόνος κτεῖναι αὐτόν, καὶ ἐν τούτῳ διαλῦσαι τὸν πόλεμον.