Machabaeorum ii

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

καὶ μηδέ τῆς ὀσμῆς αὐτοῦ ἀνέχεσθαι δυνάμενος, ταῦτʼ ἔφη Δίκαιον ὑποτάσσεσθαι τῷ θεῷ, καὶ μὴ θνητὸν ὄντα ὑπερήφανα φρονεῖν.

ηὔχετο δὲ ὁ μιερὸς πρὸς τὸν οὐκέτι αὐτὸν ἐλεήσοντα δεσπότην, οὕτως λέγων·

τὴν μέν ἁγίαν πόλιν, ἣν σπεύδων παρεγίνετο ἰσόπεδον ποιῆσαι καὶ πολυάνδριον οἰκοδομῆσαι, ἐλευθέραν ἀναδεῖξαι

τοὺς δὲ Ἰουδαίους, ὡς διεγνώκει μηδέ ταφῆς ἀξιῶσαι, οἰωνοβρώτους σὺν τοῖς νηπίοις ἐκτρίψαι θηρίοις, πάντας αὐτοὺς ἴσους Ἀθηναίοις ποιήσειν·

ὂν δὲ πρότερον ἐσκύλευσεν ἅγιον νεὼ καλλίστοις ἀναθήμασιν κοσμήσειν, καὶ τὰ ἱερὰ σκεύη πολυπλάσια πάντα ἀποδώσειν, τὰς δὲ ἐπιβαλλούσας πρὸς τὰς θυσίας συντάξεις ἐκ τῶν ἰδίων προσόδων χορηγήσειν·

[*](5 βασανοι] βα superscr A¹ 7 δ| δε V αγερωχειας V | υπερηφανειας A | V πορειαν Vᵃ φερωμενω V* (φερομ. Vᵃ) δυσχερη A 8 δʼ αντιδοκων] δε αρτι δοκων V | κυμασιν] + επιτασσειν V | ανθρωπων υπερηφανιαν] αναν αλαζο- νιαν V | των ορεων] τα των ορ. μειζονα V om οιομενος V | υψι A | γινομενος V ενδεικνυμενος (-δειγν. A])] ενδεικνυοντος V | 9 του σωματος] των του σωμ. οφθαλμων V 11 ληγειν] λεγει] A τεθραυσμενος] υποτεθραυσμ. V 12 δυναμενος ανεχεσθαι V | υπερηφανα] ισοθεα V 13 δι] ουν V | μιαρος V | om προς V 14 παρεγινετο] παραγινομενος V | ελευθεραν] + αυτην V 15 ως] ους V διεγνωκει V | αξιωσειν V | οιωνοβρωτους] + δε V | | εκτριψαι] εκριψειν V 16 αγιον· A νεων V καλλιστοις] καλλειι τοις (sic) A)
688
[*](A)

πρὸς δὲ τούτοις καὶ Ἰουδαῖος ἔσεσθαι, καὶ πάντα τόπον οἰκητὸν ἐπελεύσεσθαι καταγγέλλοντα τὸ τοῦ θεοῦ κράτος.

οὺδαμῶς δὲ ληγόντων τῶν πόνων, ἐπεληλύθει γὰρ ἐπʼ αὐτὸν δικαία ἡ τοῦ θεοῦ κρίσις, τὰ κατʼ αὐτὸν ἀπελπίσας ἔγραψεν πρὸς τοὺς Ἰουδαίους τὴν ὑπογεγραμμένην ἐπιστολήν, ἔχουσαν ἱκετηρίας τάξιν, περιέχουσαν δὲ οὕτως

Τοῖς χρηστοῖς Ἰουδαίοις τοῖς πολίταις πολλὰ χαίρειν καὶ ὑγιαίνειν καὶ εὖ πράττειν βασιλεὺς Ἀντίοχος καὶ στρατηγός·

ἔρρωσθε, καὶ τὰ τέκνα· καὶ τὰ ἴδια κατὰ γνώμην ἔσται ὑμῖν. εἰς οὐρανὸν τὴν ἐλπίδα ἔχων,