Machabaeorum ii

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

ἦν γὰρ ἡ πρὸ τοῦ σαββάτου δίκη, δι᾿ ἣν αἰτίαν οὐκ ἐμακροτόνησαν κατατρέχοντες αὐτούς.

ὁπ λολογήσαντες δὲ αὐτοὺς καὶ τὰ σκῦλα ἐκδύσαντες τῶν πολεμίων περὶ τὸ σάββατον ἐγίνοντο, περισσῶς εὐλογοῦντες καὶ ἐξομολογούμενοι τῷ κυρίῳ τῷ διασώσαντι εἰς τὴν ἡμέραν ταύτην, ἀρχὴν ἐλέους τάξαντος αὐτοῖς.

μετὰ δὲ τὸ σάββατον τοῖς ᾐκισμένοις καὶ ταῖς χήραις καὶ τοῖς ὀρφανοῖς μερίσαντες ἀπὸ τῶν σκύλων, τὰ λοιπὰ αὐτοὶ καὶ τὰ παιδία διεμερίσαντο.

ταῦτα δὲ διαπραξάμενοι, καὶ κοινὴν ἱκετίαν ποιησάμενοι, τὸν ἐλεήμονα κύριον ἠξίουν εἰς τέλος καταλλαγῆναι τοῖς αὐτοῦ δούλοις.

καὶ τοῖς περὶ Τιμόθεον καὶ Βακχίδην συνερείσαντες ὑπέρ τοὺς δισμυρίους αὐτῶν ἀνεῖλον, καὶ ὀχυρωμάτων ὑψηλῶν εἶ μάλα ἐνκρατεῖς ἐγένοντο, καὶ λάφυρα πλείονος ἐμερίσαντο, ἰσομοίρους αὐτοὺς καὶ τοῖς ᾐκισμένοις καὶ ὀρφανοῖς καὶ χήραις ἔτι δὲ καὶ πρεσβυτέροις ποιήσαντες.

ὁπλολογήσαντες δὲ αὐτοὺς ἐπιμελῶς πάντα συνέθηκαν [*](20 μυριαδας] χειλιαδας A*fort (μυρ sup ras A¹) ωφελιαν V* (-λειαν Vᵃ) V 21 ευθαρσις A | παραστησας] ποιησας V | τι] δε V | το στρατευμα εποιτσεν V 22 ταξας] + δε V | αδελφους] pr τους V | εκατερας] + δε V | Ιωσηφον V | Ιω- ναθαν V 23 συνθεμα V | προηγουμενος] αφηγουμενος V 24 αναπει- ρους AV πλειον] πλειστον V | της του Νικ.] om της V | στρατειας (-τιας V)] + εποιησαν V | om παντας V | δε φευγειν] φευγεῖ| τε V | ηνηγκασεν (sic) A 25 παραγενομενων] παραγεγονοτων V | απο] υπο χωρας] ωρας V | συνκλεομενοι A συγκλειομ. V 26 om δικη V 28 ταις χηραις] om ταις V | τοις ορφ.] om τοις V om και τα παιδια V διεμερίσαντο] εμε- ρισαντο V 29 ικετειαν Vᵃ καταλλαγηναι] διαλλαγηναι V 30 τοις περι] οι π. V | Βαχιδην V* (sup χ Superscr κα Vᵃ) συνερισ. AV | οχυρω- ματων] το οχυρωμα των A | εγκρατεις V | πλειονα V | αυτοις AV | (αύτ. V) 31 αυτους] εαυτους V)

686
[*](A) εἰς τοὺς ἐπικαίρους τόπους, τὰ δὲ λοιπὰ τῶν σκύλων ἤνεγκαν εἰς Ἰεροσόλυμα·

τὸν δὲ φυλάρχην τῶν περὶ Τιμοθεον ἀνεῖλον, ἀνοσιώτατον ἄνδρα καὶ πολλὰ τοὺς Ἰουδαίους ἐπιλελυπηκότα.

ἐπινίκια δὲ ἄγοντες ἐν τῇ πατρίδι τοὺς ἐμπρήσαντας τοὺς ἱεροὺς πυλῶνας καὶ Καλλισθένην ὑφῆψαν εἰς ἐνοίκιον πεφευγότα· καὶ τὸν ἄξιον τῆς δυσσεβείας ἐκομίσατο μισθόν.

ὁ δὲ τρισαλιτήριος Νικάνωρ, ὁ τρισχιλίους ἐμπόρους ἐπὶ τὴν πρᾶσιν τῶν Ἰουδαίων ἀγαγών,

ταπεινωθεὶς ὑπὸ τῶν καθʼ αὑτὸν νομιζομένων ἐλαχίστων εἶναι, τῇ τοῦ κυρίου βοηθείᾳ, τὴν δοξικὴν ἀποθέμενος ἐσθῆτα, διὰ τῆς μεσογείου, δραπέτου τρόπον ἔρημον ἑαυτὸν ποιήσας, ἧκεν εἰς Ἀντιόχειαν, ὑπέρ ἅπαν εὐημερηκὼς ἐπὶ τῇ τοῦ στρατοῦ διαφθορᾷ.

καὶ ὁ τοῖς Ῥωμαίοις ἀναδεξάμενος φόρον ἀπὸ τῆς τῶν ἐν Ἰεροσολύμοις αἰχμαλωσίας κατορθώσασθαι, κατήγγελλεν ὑπέρμαχον ἔχειν τοὺς Ἰουδαίους, καὶ διὰ τὸν τρόπον τοῦτον ἀτρώτους εἶναι τοὺς Ἰουδαίους, διὰ τὸ ἀκολουθεῖν τοῖς ἑαυτοῦ προστεταγμένοις νόμοις.

Περὶ δὲ τὸν καιρὸν ἐκεῖνον ἐτύγχανεν Ἀντίοχος ἀναλελυκὼς ἀκόσμως ἐκ τῶν περὶ τὴν Περσίδα τόπων.

εἰσεληλύθει γὰρ εἰς τὴν λεγομένην Περσέπολιν, καὶ ἐπεχείρησεν ἱεροσυλεῖν καὶ τὴν πόλιν συνέχειν· διὸ δὴ τῶν πληθῶν ὁρμησάντων, ἐπὶ τὴν τῶν ὅπλων βαήθειαν ἐτράπησαν· καὶ συνέβη τροπωθέντα τὸν Ἀντίοχον ὑπὸ τῶν ἐγχωρίων ἀσχήμονα τὴν ἀναζυγὴν ποιήσασθαι.

ὄντι δὲ αὐτῷ κατʼ Ἐκβάτανα προσέπεσεν τὰ κατὰ Νικάνορα καὶ τοὺς περὶ Τιμόθεον γεγονότα.

ἐπαρθεὶς δὲ τῷ θυμῷ ᾤετο καὶ τῶν πεφυγαδευκότων αὐτὸν κακίαν εἰς τοὺς Ἰουδαίους ἐναπερείσασθαι· διὸ συνέταξεν τὸν ἁρματηλάτην ἀδιαλείπτως ἐλαύνοντα καταλύειν τὴν πορίαν, τῆς ἐξ οὐρανοῦ δὴ κρίσεως συνούσης αὐτῷ· οὕτως γὰρ ὑπερηφάνως εἶπεν Πολυάνδροιν Ἰουδαίων Ἰεροσόλυμα ποιήσω, παραγενόμενος ἐκεῖ.

ὁ δὲ παντεπόπτης κύριος ὁ θεὸς τοῦ Ἰσραὴλ ἐπάταξεν αὐτὸν ἀνιάτῳ καὶ ἀοράτῳ πληγῇ· ἄρτι δὲ αὐτοῦ καταλήξαντος [*](V)[*](32 των περι] τον π. V 33 αγοντας A ιερεις A om και 1° AV υφηψ αν εις ενοικιον] υφ. εις ενοικειον (? εν οικ.) A υφηψαν (υψηφ. V υφηψ. V1 vid) εις ενοικιδιον (? εν οικ.) V εκομισατο (εκομισσ. A*vid ras 1 lit post A?)] εκομησαντο V* 34 τρισχιλιους] τους χιλιους V 35 καθ] κατ V κυριου] θεου V | δραπετου τροπον] τραπετου τοπον A διαφθρα A* (ο superscr A¹) 36 κατορθωσασθαι] διορθωσασθαι V |V εχειν] + τον θεον V | εαυτου] υπ αυτου V IX 1 ακοσμος V 2 Περσεπολειν A Περσι- πολιν V 3 τα κατα] τακτὰ (sic) V 4 των πεφυγαδ.] pr την V | κακειαν A τον] τους V* (τον V¹) καταλυειν] κατανυει V* (-ειν V¹) | πορειαν Va δη] ηδη V 5 παντεποπτης] π 3° ex τι fec vid A? πανεποπτης V)

687
τὸν λόγον, ἔλαβεν αὐτὸν ἀνήκεστος τῶν σπλάγχνων [*](A) ἀλγηδὼν καὶ πικραὶ τῶν ἔνδον βάσανοι,

πάνυ δικαίως, τὸν πολλαῖς καὶ ξενιζούσαις συμφοραῖς ἑτέρων σπλάγχνα βασανίσαντα.

ὁ δʼ οὐδαμῶς τῆς ἀγερωχίας ἔληγεν, ἔτι δὲ καὶ τῆς ὑπερηφανίας ἐπεπλήρωτο, πῦρ πνέων τοῖς θυμοῖς ἐπὶ τοὺς Ἰουδαίους, καὶ κελεύων ἐποξύνειν τὴν πορίαν· συνέβη δὲ καὶ πεσεῖν αὐτὸν ἀπὸ τοῦ ἄρματος φερομένου ῥοιζῳ, καὶ δυσχερεῖ πτώματι περιπεσόντα πάντα τὰ μέλη τοῦ σώματος ἀποστρεβλοῦσθαι

ὁ δʼ ἀντιδοκῶν τοῖς τῆς θαλάσσης κύμασιν διὰ τὴν ὑπέρ ἀνθρώπων ὑπερηφανίαν, καὶ πλάστιγγι τῶν ὀρέων οἰόμενος ὕψη στήσειν, κατὰ γῆν γενόμενος ἐν φορίῳ παρεκομίζετο, φανερὰν τοῦ θεοῦ πᾶσιν τὴν δύναμιν ἐνδεικνύμενος·

ὥἐστε καὶ ἐκ τοῦ σώματος τοῦ δυσσεβοῦς σκώληκας ἀναζεῖν, καὶ ζῶντος ἐν ὀδύναις καὶ ἀλγηδόσιν τὰς σάρκας αὐτοῦ διαπίπτειν, ὑπὸ δὲ τῆς ὀσμῆς αὐτοῦ πᾶν τὸ στρατόπεδον βαρύνεσθαι τὴν σαπρίαν.