Machabaeorum ii

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

Τὰ μὲν οὖν περὶ τοὺς σπλαγχνισμοὺς καὶ τὰς ὑπερβαλλούσας αἰκίας ἐπὶ τοσοῦτον δεδηλώσθω.

Ἰούδας δὲ ὁ καὶ Μακκαβαῖος καὶ οἱ σὺν αὐτῷ παρεισπορευόμενοι λεληθότως εἰς τὰς κώμας προσεκαλοῦντο τοὺς συγγενεῖς, καὶ τοὺς μεμενηκότας ἐν τῷ Ἰουδαισμῷ προσλαμβανόμενοι συνήγαγον εἰς ἑξάκισχιλίους.

καὶ ἐπεκαλοῦντο τὸν κύριον ἐφιδεῖν τὸν ὑπὸ πάντων καταπονούμενον λαόν, οἰκτεῖραι δὲ καὶ τὸν ναὸν τὸν ὑπὸ τῶν ἀσεβῶν ἀνθρώπων βεβηλωθέντα·

ἐλεῆσαι δὲ καὶ τὴν κΠταφθειρομένην πόλιν καὶ μέλλουσαν ἰσόπεδον γίνεσθαι, καὶ τῶν καταβοώντων πρὸς αὐτὸν αἱμάτων εἰσακοῦσαι·

καὶ μνησθῆναι δέ καὶ τῆς τῶν ἀναμαρτήτων νηπίων παρανόμου ἀπωλίας, καὶ περὶ τῶν γενομένων εἰς τὸ ὄνομα αὐτοῦ βλασφημιῶν, καὶ μισοπονηρῆσαι.

γενόμενος δὲ ὁ Μακκαβαῖος ἐν συστέματι, ἀνυπόστατος ἤδη τοῖς ἔθνεσιν ἐγίνετο, τῆς ὀργῆς τοῦ κυρίου εἰς ἔλεον τραπείσης.

πόλεις δὲ καὶ χώρας ἀπροσδοκήτως ἐρχόμενος ἐνεπίμπρα· καὶ τοὺς ἐπικαίρους τόπους ἀπολαμβάνων, οὐκ ὀλίγους τῶν πολεμίων τροπούμενος,

μάλιστα τὰς νύκτας πρὸς τὰς τοιαύτας ἐπιβολὰς συνεργοὺς ἐλάμβανεν· καὶ λαλιὰ τῆς εὐανδρείας αὐτοῦ διηχεῖτο πανταχῇ.

Συωορῶν δὲ ὁ Φίλιππος κατὰ μικρὸν εἰς προκοπὴν ἐρχόμενον τὸν ἄνδρα, πυκνότερον δὲ ἐν ταῖς εὐημερίαις προβαίνοντα, πρὸς Πτολεμαῖον τὸν Κοίλης Συρίας καὶ Φοινίκης στρατηγὸν ἔγραψεν ἐπιβοηθεῖν τοῖς τοῦ βασιλέως πράγμασιν.

ὁ δὲ ταχέως προχειρισάμενος Νικάνορα τὸν τοῦ Πατρόκλου, τῶν πρώτων φίλων, ἀπέστειλεν, ὑποτάξας πανφύλων ἔθνη οὐκ ἐλάττους τῶν δισμυρίων, τὸ πᾶν τῆς Ἰουδαίας ἐξᾶραι γένος συνέστησαν δὲ [*](40 ουτος] ουτως V* | καθαρος V VIII 1 om και 1° V 2 κυριον] V θεον V | καταπονουμενον] καταπατουμενον V των ασεβων] om των V 3 om και των...επακουσαι V | καταβοουντων A 4 om και 1° V | ανα- μαρτητων] αμαρτητων A αμαρτημων V* αναμαρτ, V1(vid) | aπωλεiας Vᵃ | γινομενων V | εις] + τε V | om και 4° V 5 ο Μακκαβαιος εν συστε- ματι] εν συστηματι ο Μακκ. V | τραπισιν A 6 πολις A χωρας] κωμας V | ερχομενος] επσρχομενος V | ενεπιπρα V | ουκ ολιγους...τροπουμενος ουχ (ουκ Vᵃ) ολιγων δε πτοματων (πτωμ. Vᵃ) των πολεμιων επcιειτο πληθη V 7 μαλιστα] + δε V | επιβουλας V | λαλιαν A | διηχειτο] διεχειτο V | πανταχου V 8 δε 1°] δ V | ερχομενος A om εν V 9 των 1°] τον V* (των V1) πανφυλων εθνη] οχλου παμφιλου V | παν] συμπαν V συνεστησα A συνεστησε V)

684
[*](A) αὐτῷ καὶ Γοργίαν ἄνδρα στρατηγὸν καὶ εὖ πολεμικαῖς χρείαις ἔχοντα πεῖραν.

διεστήσατο δὲ ὁ Νικάνωρ τὸν φόρον τῷ βασιλεῖ τοῖς Ῥωμαίοις, ὄντα ταλάντων δισχιλίων, ἐκ τῆς τῶν Ἰουδαίων αἰχμαλωσίας ἐκπληρώσειν.

εὐθέως δὲ εἰς τὰς παραθαλασσίους πόλεις ἀπέστειλεν προκαλούμενος ἐπʼ ἀγορασμὸν Ἰουδαίων σωμάτων, ὑπισχνούμενος ἐνενήκοντα σώματα ταλάντου παραχωρήσειν· οὐ προσδεχόμενος τὴν παρὰ τοῦ παντοκράτορος μέλλουσαν παρακολουθοῦσαν αὐτῷ δίκην.

τῷ δὲ Ἰούδᾳ προσέπεσεν περὶ τῆς τοῦ Νικάνορος ἐφόδου· καὶ μεταδόντος τοῖς σὺν αὐτῷ τὴν παρουσίαν τοῦ στρατοπέδου,

οἱ δειλανδροῦντες καὶ ἀπιστοῦντες τὴν τοῦ θεοῦ δίκην διεδίδρασκον ἑαυτοὺς καὶ ἐξετόπιζον·

οἱ δὲ τὰ περιλελιμμένα πάντα ἐπώλουν, ὁμοῦ δὲ τὸν κύριον ἠξίουν ῥύσασθαι τοὺς ὑπὸ τοῦ δυσσεβοῦς Νικάνορος πρὶν συντυχεῖν πεπραμένους·

καὶ εἰ μὴ δι᾿ αὐτούς, ἀλλὰ διὰ τὰς πρὸς τοὺς πατέρας αὐτῶν διαθήκας, καὶ ἕνεκα τῆς ἐπʼ αὐτοὺς ἐπικλήσεως τοῦ σεμνοῦ καὶ μεγαλοπρεποῦς ὀνόματος αὐτοῦ.

Συναγαγὼν δὲ ὁ Μακκαβαῖος τοὺς περὶ αὐτὸν ὄντας ἀριθμὸν ἑξακισχιλίους παρεκάλει μὴ καταπλαγῆναι τοῖς δεσμίο μηδὲ εὐλαβεῖσθαι τὴν τῶν ἀδίκως παραγενομένων ἐπʼ αὐτοὺς ἐθνῶν πολυπληθείαν, ἀγωνίσασθαι δὲ γενναίως,

πρὸ ὀφθαλμῶν λαβόντας τὴν ἀνόμως εἰς τὸν ἅγιον τόπον συντετελεσμένην ὑπʼ αὐτῶν ὕβριν καὶ τὸν τῆς ἐμπεπαιγμένης πόλεως αἰκισμόν, ἔτι δὲ τὴν τῆς προγονικῆς πολιτίας κατάλυσιν.

οἱ μέν γὰρ ὅπλοις πεποίθασιν ἄμα καὶ τόλμαις, ἔφησεν, ἡμεῖς δὲ ἐπὶ τῷ παντοκράτορι θεῷ, δυναμένῳ καὶ τοὺς ἐρχομένους ἐφʼ ἡμᾶς καὶ τὸν ὅλον κόσμον ἑνὶ νεύματι καταλαβεῖν, πεποίθαμεν.

προσαναλεξάμενος δὲ αὐτοῖς καὶ τὰς ἐπὶ τῶν προγόνων γενομένας ἀντιλήμψεις, καὶ τὴν ἐπὶ Σενναχηρείμ, ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδες ὡς ἀπώλοντο,