Machabaeorum ii

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

ψήφισμα δὲ ἐξέπεσεν εἰς τὰς ἀστυγείτονας Ἑλληνίδας πόλεις, Πτολεμαίου ὑποθεμένου, τὴν αὐτὴν ἀγωγὴν κατὰ τῶν Ἰουδαίων ἄγειν καὶ σπλαγχνίζειν,

τοὺς δέ μὴ προαιρουμένους μεταβαίνειν ἐπὶ τὰ Ἑλληνικὰ κατασφάζειν. παρῆν οὖν ὁρᾷν τὴν ἐνεστῶσαν ταλαιπωρίαν.

δύο [*](25 εξοπλησιν V 26 ελθοντας] εξελθοντας V | θεωριαν] θsαν V | συνε- V κεντησεν V | εισδραμων] δραμων V | κατεστησεν] κατεστρωσεν V 27 γεννη- θεις A | ανα χωρησας] +εις την ερημον V | εν τοις ορεσιν θηριων τροπον] κτηνων βιον εν τοις ορ. V | τροφην] ο sup ras Aᵃ VI 1 εξαπεστειλεν] απεστειλεν V | νομοις] νομου A 2 νεων V | Γαριζει AV | οικουντες] κατοικουντες V | Διος ξενιου] Διοξενιου A 3 επιτασις Va 4 επεπληρουτο] πεπλη- ρωτο V | εταιρων (? ἑταίρων)] ετερων AV | περιβολοις V 5 αποδιεσταλ- μενων A 6 πατρο|οθς Afort πατριους V | ουτε 3°] ουδ V | 7 ηγον] ηγοντο V 8 αθτυγειτονας] αστυγεις A | om Ελληνιδας V | πολις Πτολεμαιου· (sic) A π. Πτολεμαιος V*vid (-ου V¹))

678
[*](A) γὰρ γυναῖκες ἀνήχθησαν περιτετμηκυῖαι τὰ τέκνα· τούτων δὲ ἐκ τῶν μαστῶν κρεμάσαντες τὰ βρέφη, καὶ δημοσίᾳ περιαγαγόντες αὐτὰς τὴν πόλιν, κατὰ τοῦ τείχους ἐκρήμνισαν.

ἕτεροι δὲ πλησίον συνδραμόντες εἰς τὰ σπήλαια λεληθότως ἅγειν τὴν ἑβδομάδα, μηνυθέντες τῷ Φιλίππῳ συνεφλογίσθησαν, διὰ τὸ εὐλαβῶς ἔχειν βοηθῆσαι αὐτοῖς κατὰ δόξαν τῆς σεμνοτάτης ἡμέρας.

Παρακαλῶ οὗν τοῖς ἐντυγχάνοντας τῇδε τῇ βίβλῳ μὴ συστέλλεσθαι διὰ τὰς συμφοράς, λογίζεσθαι δὲ τὰς τιμωρίας μὴ πρὸς ὄλεθρον, ἀλλὰ πρὸς παιδίαν τοῦ γένους ἡμῶν εἶναι.

καὶ γὰρ τὸ μὴ πολὺν χρόνον ἐᾶσθαι τοὺς δυσσεβοῦντας, ἀλλʼ εὐθέως περιπίπτειν τοῖς ἐπιτίμοις, μεγάλης εὐεργεσίας σημεῖόν ἐστιν.

οὐ γὰρ καθάπερ καὶ ἐπὶ τῶν ἄλλων ἐθνῶν ἀναμένει μακροθυμῶν ὁ δεσπότης μέχρι τοῦ καταντήσαντας αὐτοὺς πρὸς ἐκπλήρωσιν ἁμαρτιῶν κολάσῃ, οὕτως καὶ ἐφʼ ἡμῶν ἔκρινεν εἶναι·