Machabaeorum ii

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

ὀκτὼ δὲ μυριάδες ἐν ταῖς πάσαις ἡμέραις τρισὶν κατεφθάρησαν, τέσσαρες μέν ἐν χεῖρῶν νόμοις, οὐχ ἧττον δὲ τῶν ἐσφαγμένων ἐπράθησαν.

οὐκ ἄρκεσθεὶς [*](3 παντοιους θωρακισμους] παντοιοις τεθωρακισμενοις V 4 επιφανειαν Va | γεγενησθαι] γενεσθαι V 5 μετηλλαχοντος A μετηλαχοτος V | συνετε- λεσατο] συνεστησατο V | εφυγαδευσεν] εφυγεν V 6 της πολεως] των πολι- των V | ου συννοων] ουκ εννοων V | τους συγγ.] την συγγ. (sic) A δε 2⁰ seq ras 2 ut vid lilt in A 7 Αμανιτην V* | παρηλθεν] απηλθεν V 8 ετυχεν] ελαβεν V 9 ο συχνους (συνχν. A)] pr και V | πατριδος] pr οικειας V | απολετο V* | Λακαιδαιμ. A αναχθεις] αναδιχθεις V* (-δειχθ. Vᵃ) | συγγε- νειαν Vᵃ | σκεηης (sic) V* (σκεπης V¹?) 10 αταφον V | απενθητος εγενηθη] αταφος γενηθεις V | κηδειας V | ητινος V | ουτε] ουδε V* νομου] ταφου V 11 αποστατειν V | την ψυχην V | δορυαλωτον Vᵃ 12 εμπιπτοντας V | εν ταις οικιαις] εις τας οικειας V | κατασφαζειν] κατασφαττειν V 13 εγινετο] εγινοντο V | om ανηθων τε και V | γυναικων] + τε V 14 τεσσαρες] τεσσερας A* vid (α 1° sup ras Aa) νομαις V)

676
[*](A) δέ τούτοις, κατετόλμησεν εἰς τὸ πάσης τῆς γῆς ἁγιώτατον ἱερὸν εἰσελθεῖν, ὁδηγὸν ἔχων τὸν Μενέλαον, τὸν καὶ τῶν νόμων καὶ τῆς πατρίδος προδότην γεγονότα,

καὶ ταῖς μιεραις χερσὶν τὰ ἱερὰ σκεύη λαμβάνων, καὶ τὰ ὑπὸ πολλῶν βασιλέων ἀνασταθέντα πρὸς αὔξησιν καὶ δόξαν τοῦ τόπου καὶ τιμήν, ταῖς βεβήλοις χερσὶν συνσύρων.

καὶ ἐμετεωρίζετο τὴν διάνοιαν ὁ Ἀντίοχος, οὐ συνορῶν ὅτι διὰ τὰς ἁμαρτίας τῶν τὴν πόλιν οἰκούντων ἀπώργισται βραχέως ὁ δεσπότης, διὸ γέγονεν περὶ τὸν τόπον παρόρασις.

εἰ δέ μὴ συνέβη προσενέχεσθαι πολλοῖς ἁμαρτήμασιν, καθάπερ ἦν ὁ Ἡλιόδωρος ὁ πεμφθεὶς ὑπὸ Σελεύκου τοῦ βασιλέως ἐπὶ τὴν ἐπίσκέψιν τοῦ γαζοφυλακίου, οὗτος προαχθεὶς παραχρῆμα μαστιγωθεὶς ἀνετράπη τοῦ θράσους.

ἀλλʼ οὐ διὰ τὸν τόπον τὸ ἔθνος, ἀλλὰ διὰ τὸ ἔθνος τὸν τόπον ὁ κύριος ἐξελέξατο.

διόπερ καὶ αὐτὸς ὁ τόπος συνμετασχῶν τοῦ ἔθνους δυσπετημάτων γενομένων, ὕστερον εὐεργετημάτων ἐκοινώνησεν· καὶ ὁ καταληφθεὶς ἐν τῇ τοῦ παντοκράτορος ὀργῇ, πάλιν ἐν τῇ τοῦ μεγάλου δεσπότου καταλλαγῇ μετὰ πάσης δόξης ἐπανωρθώθη.