Machabaeorum ii

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

θᾶττον οὖν ὁ βασιλεὺς ἧκεν καταστεῖλαι τὰ πράγματα, καταλείπων τὸν διαδεχόμενον Ἀνδρόνικον, τῶν ἐν ἀξιώματι κεμένων.

νομίσας δὲ ὁ Μενέλαος εἰληφέναι καιρὸν εὐφυῆ, χρυσώματά τινα τῶν τοῦ ἱεροῦ νοσφισάμενος ἐχαρίσατο τῷ Ἀνδρονίκῳ, καὶ ἕτερα ἐτύγχανεν πεπρακὼς εἰς τε Τύρον καὶ τὰς κύκλῳ πόλεις.

καὶ σαφῶς ἐπεγνωκὼς ὁ Ὀνείας, ἀπήνεγκεν ἀποκεχωρηκώς εἰς ἄσυλον τόπον, ἐπὶ Δάφνης τῆς πρὸς Ἀντιοχείας κειμένης.

ὅθεν ὁ Μενέλαος λαβὼν ἰδίᾳ τὸν Ἀνδρόνικον, παρεκάλει χειρώσασθαι τὸν Ὀνίαν· ὁ δὲ παραγενόμενος ἐπὶ τὸν Ὀνίαν καὶ πεισθεὶς ἐπὶ δόλῳ καὶ δεξιασθεὶς μεθʼ ὅρκων, δοὺς δεξιάν, καίπερ ἐν ὑποψίᾳ κείμενος, ἔπεισεν ἐκ τοῦ ἀσύλου προελθεῖν· ὃν καὶ παραχρῆμα παρέκλεισεν, οὐκ αἰδεσθεὶς τὸ δίκαιον.

δι᾿ ἣν αἰτίαν οὐ μόνον Ἰουδαῖοι, πολλοὶ δὲ καὶ τῶν ἄλλων ἐθνῶν ἐδείναζον καὶ ἐδυσφόρουν ἐπὶ τῷ τοῦ ἀνδρὸς ἀδίκῳ φόνῳ.

τοῦ δὲ βασιλέως ἐπανελθόντος ἀπὸ τῶν κατὰ Κιλικίαν τόπων, ἐνετύγχανον οἱ κατὰ πόλιν Ἰουδαῖοι, συνμισοπονηρούντων καὶ τῶν Ἐλλήνων, ὑπέρ τοῦ παρὰ λόγον τὸν Ὀνίαν ἀπεκτονῆσθαι.

ψυχικῶς οὗν ὁ Ἀντίοχος ὑπολυπηθεὶς καὶ τραπεὶς ἐπὶ ἔλεος, καὶ δακρύσας διὰ τὴν τοῦ μετηλλαχότος σωφροσύνην καὶ πολλὴν εὐταξίαν,

καὶ πυρωθεὶς τοῖς θυμοῖς, παραχρῆμα τὴν τοῦ Ἀνδρονίκου πορφύραν περιελόμενος καὶ τοὺς χιτῶνας περιρήξας, περιαγαγὼν καθʼ ὁλην τὴν πόλιν ἐπʼ αὐτὸν τὸν τόπον οὕπερ τὸν Ὀνίαν ἠσέβησεν, ἐκεῖτὸν μιαιφόνον ἀπεκόσμησεν, τοῦ κυρίου τὴν ἀξίαν αὐτῷ κόλασιν ἀποδόντος.

Γενομένων δὲ πολλῶν ἱεροσυλημάτων κατὰ τὴν πόλιν ὑπὸ τοῦ Λυσιμάχου μετὰ τῆς τοῦ Μενελάου γνώμης. καὶ διαδοθείσης ἔξω τῆς φήμης. ἐπισυνήχθη τὸ πλῆθος ἐπὶ τὸν Λυσίμαχον. χρυσωμάτων ἤδη πολλῶν διενηνεγμένων.

ἐπεγειρομένων δὲ τῶν ὄχλων καὶ ταῖς ὀργαῖς διεμπιπλαμένων, καθοπλίσας ὁ Λυσίμαχος πρὸς τρισχιλίους, [*](30 Ταρσις AV* | Αντιοχειδι Vᵃ | δεδοσθαι V 31 καταλειπων (-λιπ. Vᵃ)] V pr τουτοις V 32 ευφυη] ευφη V* | εχαρισατο τω] εχαρισατω V* (-το τω V¹) | και 2°] + εις V 33 και] pr α V | Ονιας V | απηνεγκεν] απηλεγχεν V | Αντιοχειαν V | 34 om επι τον Ονιαν V | δεξιας θεις V | μεθ] μετ AV | δεξιαν] δεξιας V ασυλου] ασυλλου V | το δικαιον] τον δ. V 35 φονου A 36 Κιλαν V* (Κιλικιαν V¹) | συμμισοπον. Vᵃ | απεκτοοησθαι V] απεκτονησεν A 37 υπολυπηθεις] επι λυπη λυπηθεις V | επι ελεος] υπ ελεους V 38 Αν- δρονιου A* (-νικου A¹) | περιρρηξας V | την πολιν] om την V | κολασιν] κολασασιν A 39 ιεροσυληματων] Ιεροσολυμητων V* (-μιτων Vᵃ) 40 καθοπλησαμενος V* (καθοπλισαμ. Vᵃ) | Λυσιμαχος] + τους χιλιαρχους V)

674
[*](A) κατήρξατο χειρῶν ἀδίκων, προηγησαμένου τινὸς Αὑρανοῦ προβεβηκότος τὴν ἡλικίαν, οὐδὲν δὲ ἧττον καὶ τὴν ἄγνοιαν.

συνειδότες δὲ καὶ τὴν ἐπίθεσιν τοῦ λυσιμάχου, συναρπάσαντες οἱ μέν πέτρους, οἱ δὲ ξύλων πάχη, τινὲς δὲ ἐκ τῆς παρακειμένης σποδοῦ δρασσόμενοι, φύρδην ἐνετίνασσον εἰς τοὺς περὶ τὸν Λυσίμαχον.

δι᾿ ἣν αἰτίαν πολλοὺς μέν αὐτῶν τραυματίας ἐποίησαν, τινὰς δέ κατέβαλον, πάντας δὲ εἰς φυγὴν συνήλασαν, αὐτὸν δὲ τὸν ἱερόσυλον παρὰ τὸ γαζοφυλάκιον ἐχειρώσαντο.

Περὶ δὲ τούτων ἐνέστη κρίσις ἐπὶ τὸν Μενέλαον.

καταντήσαντος δὲ τοῦ βασιλέως εἰς Τύρον, ἐπʼ αὐτοῦ τὴν δικαιολογίαν ἐποιήσαντο οἱ πεμφθέντες τρεῖς ἄνδρες ὑπὸ τῆς γερουσίας.

ἤδη δὲ λελιμμένος ὁ Μενέλαος ἐπηγγείλατο χρήματα ἱκανὰ τῷ Πτολεμαίῳ Δορυμένους, πρὸς τὸ πεῖσαι τὸν βασιλέα.

ὅθεν ἀπολαβὼν ὁ Πτολεμαῖος εἰς τι περίστυλον ὡς ἀναψύχοντα τὸν βασιλέα μετέθηκεν.

καὶ τὸν μέν τῆς ὅλης κακίας αἴτιον Μενέλαον ἀπέλυσεν τῶν κατηγορημένων, τοῖς δὲ ταλαιπώροις, οἵτινες εἰ καὶ ἐπὶ Σκυθῶν ἔλεγον ἀπελύθησαν ἀκατάγνωστοι, τούτοις θάνατον ἀπέκρινεν.

ταχέως οὗν τὴν ἄδικον ζημίαν ὑπέσχον οἱ περὶ πόλεως καὶ δήμων καὶ τῶν ἱερῶν σκευῶν προηγορήσαντες.

δι᾿ ἣν αἰτίαν καὶ Τύριοι μισοπονηρεύσαντες τὰ πρὸς τὴν κηδίαν αὐτῶν μεγαλομερῶς ἐχορήγησαν.

ὁ δὲ Μενέλαος διὰ τὰς τῶν κρατούντων πλεονεξίας ἔμενεν ἐπὶ τῇ ἀρχῇ, ἐπιφυόμενος τῇ κακίᾳ, μέγας τῶν πολιτῶν ἐπίβουλος καθεστώς.