Machabaeorum ii

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

Ἐξηγοῦντο δὲ καὶ ἐν ταῖς ἀναγραφαῖς καὶ ἐν τοῖς ὑπομνηματισμοῖς τοῖς κατὰ τὸν Νεεμίαν τὰ αὐτά, καὶ ὡς καταβαλλόμενος βιβλιοθήκην ἐπισυνήγαγεν τὰ περὶ τῶν βασιλέων καὶ προφητῶν βιβλία, καὶ τὰ τοῦ Δαυείδ, καὶ ἐπιστολὰς βασιλέων περὶ ἀναθεμάτων.

ὡσαύτως δὲ καὶ Ἰούδας τὰ διαπεπτωκότα διὰ τὸν γεγονότα πόλεμον ἡμῖν ἐπισυνήγαγεν ταῦτα, καὶ ἔστιν παρʼ ἡμῖν.

ὧν οὖν ἐὰν χρείαν ἔχητε, τοὺς ἀποκομιοῦντας ὑμῖν ἀποστέλλετε.

Μέλλοντες οὗν ἄγειν τὸν καθαρισμὸν ἐγράψαμεν ὑμῖν· καλῶς οὗν ποιήσετε ἄγειν τὰς ἡμέρας.

ὁ δὲ θεὸς ὁ σώσας τὸν πάντα λαὸν αὐτοῦ, καὶ ἀποδοὺς τὴν κληρονομίαν αὐτοῦ πᾶσιν καὶ τὸ βασίλειον καὶ τὸ ἱεράτευμα καὶ τὸν ἁγιασμόν,

καθὼς ἐπηγγείλατο [*](5 ο Ιερεμιας] om ο V + εις τον τοπον V 6 προσελθοντες] προσελθον (sic) V A εδυνηθησαν] ηδυνασθησαν V 7 Ιερεμειας A συναγη] συναγαγη V 8 αναδιξη A | ως 1°] + και V | Μωση] Μωυσεως V | ο Σαλωμων] Σολομων V 10 προσηυξατο 1°] ηυξατο V | εκ του ουρανου] εξ ουρανου V | ουτως] + και V | Σαλωμων] ο Σολομων V | om προς Κυριον (2°) V | ανηλωσεν] αναλωσε Va 12 Σολομων V | τας] μετα sup ras Aᵃ (τας A*) 13 Νεεμειαν A | τα αυτα] ταυτα V | βασιλεων 1°] + βιβλια V | om βιβλια V | Δαυιδ V | επιστολας] +δε V | αναθηματων V 14 Ιουδας] pr ο V | ταυτα] παντα V 16 ποιησετε] προησητε V | αγειν 2°] αγαγοντες V 17 om αυτου 2° V | πασι Vᵃ ιερευμα A* (ιερατ. A¹))

666
[*](A) διὰ τοῦ νόμου· ἐλπίζομεν γὰρ ἐπὶ τῷ θεῷ, ὅτι ταχέως ἡμᾶς ἐλεήσει, καὶ ἐπισυνάξει ἐκ τῆς ὑπὸ τὸν οὐρανὸν εἰς τὸν ἅγιον τόπον· ἐξείλατο γὰρ ἡμᾶς ἐκ μεγάλων κακῶν, καὶ τὸν τόπον ἐκαθέρισεν.

Τὰ δὲ κατὰ τὸν Ἰούδαν τὸν Μακκαβαῖον καὶ τοὺς τούτου ἀδελφοὺς καὶ τὸν τοῦ ἱεροῦ τοῦ μεγίστου καθαρισμὸν καὶ τὸν τοῦ βωμοῦ ἐγκαινισμόν,

ἔτι τε τοὺς πρὸς Ἀντίοχον τὸν Ἐπιφανῆ καὶ τὸν τούτου υἱὸν Εὐπάτορα πολέμους,

καὶ τὰς ἐξ οὐρανοῦ γενομένας ἐπιφανείας τοῖς ὑπέρ τοῦ Ἰουδαισμοῦ φιλοτίμως ἀνδραγαθήσασιν, ὡς τὴν ὅλην χώραν ὀλίγους ὄντας λεηλατεῖν, καὶ τὰ βάρβαρα πλήθη διώκειν,

καὶ τὸ περιβόητον καθʼ ὅλην τὴν οἰκουμένην ἱερὸν ἀνακομίσασθαι, καὶ τὴν πόλιν ἐλευθερῶσαι, καὶ τοὺς μέλλοντας καταλύεσθαι νόμους ἐπανορθῶσαι, τοῦ κυρίου μετὰ πάσης ἐπιεικίας ἵλεω γενομένου αὐτοῖς,

ὑπὸ Ἰάσωνος τοῦ Κυρηναίου δεδηλωμένα διὰ πέντε βιβλίων, πειρασόμεθα δι᾿ ἑνὸς συντάγματος ἐπιτεμεῖν.

συνορῶντες γὰρ τὸ χύμα τῶν ἀριθμῶν, καὶ τὴν οὖσαν δυσχέρειαν τοῖς θέλουσιν εἰσκυκλεῖσθαι τοῖς τῆς ἱστορίας διηγήμασιν διὰ τὸ πλῆθος τῆς ὕλης,

ἐφροντίσαμεν τοῖς μέν βουλομένοις ἀναγινώσκειν ψυχαγωγίαν, τοῖς δέ φιλοφρονοῦσιν εἰς τὸ διὰ μνήμης ἀναλαβεῖν εὐκοπίαν, πᾶσιν δὲ τοῖς ἐντυγχάνουσιν ὡφέλειαν.

καὶ ἡμῖν μέν τοῖς τὴν κακοπάθειαν ἐπιδεδιγμένοις τῆς ἐπιτομῆς οὐ ῥᾴδιον, ἱδρῶτος δὲ καὶ ἀγρυπνίας τὸ πρᾶγμα·

καθάπερ τῷ παρασκευάζοντι συμπόσιον, καὶ ζητοῦντι τὴν ἑτέρων λυσιτέλειαν, οὐκ εὐχερές· ὅμως διὰ τὴν τῶν πολλῶν εὐχαριστίαν ἡδέως τὴν κακοπάθειαν ὑποίσομεν·

τὸ μέν διακριβοῦν περὶ ἑκάστων τῷ συγγραφεῖ παραχωρήσαντες, τὸ δὲ ἐπιπορεύεσθαι τοῖς ὑπογραμμοῖς τῆς ἐπιτομῆς ἀτονοῦντες.

καθάπερ γὰρ τῆς καινῆς οἰκίας ἀρχιτέκτονι τῆς ὅλης καταβολῆς φροντιστέον, τῷ δὲ ἐνκαινίζειν καὶ ζωγραφεῖν ἐπιχειροῦντι τὰ ἐπιτήδεια πρὸς διακόσμησιν ἐξεταστέον, οὕτως δοκῶ καὶ ἐπὶ ἡμῶν.

τὸ μέν [*](V)[*](18 ελπιζομεν] λπιζ sup ras A ελεηση A εκαθαρισε Vᵃ 19 Μακα- βαιον V (Μακκ. Vᵃ) του ιερου του μεγιστου] του μεγιστου ιερου V 21 επιφανιας V* (-νειας Vᵃ) ως] ωστε V λεηλατειν] δεηλ. Avid 22 επι- εικειας Vᵃ ιλεω] ιλεως A 23 υπο] pr κατα τα V Ειασωνος A Κυρηναιου] Κηρυναιου A Κυριναιου V (Κυρην. Vᵃ) 24 δυσχεριαν V* (-ρειαν Vᵃ) διηγήμασι Vᵃ 25 πασι V ωφελιαν V* (-λειαν Vᵃ) 26 κακοπαθιαν V* (-θειαν Vᵃ) επιδεδειγμενοις V αγρυπνειας A 27 ευχα- ριστεια A υποισωμεν V* (-σομεν Vᵃ) 28 συγγραφειν V (-φει V¹(vid) 29 ενκαινιζειν] ενκαιειν V εγκαιειν Vᵃ δοκων A)

667
ἐμβατεύειν καὶ περίπατον ποιεῖσθαι λόγῳ καὶ πολυπραγμονεῖν ἐν [*](A) τοῖς κατὰ μέρος, τῷ τῆς ἱστορίας ἀρχηγενέτῃ καθήκει·

τὸ δὲ σύντομον τῆς λέξεως μεταδιώκειν, καὶ τὸ ἐξεργαστικὸν τῆς πραγματίας παραιτεῖσθαι, τῷ τὴν μετάφρασιν ποιουμένῳ συνχωρητέον.

Ἐντεῦθεν οὖν 'ρξώμεθα τῆς διηγήσεως, τοῖς προειρημένοις τοσοῦτον ἐπιζεύξαντες· εὔηθες γὰρ τὸ μὲν πρὸ τῆς ἱστορίας πλεονάζειν, τὴν δὲ ἱστορίαν ἐπιτέμνειν.