Machabaeorum ii

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

Ἀκούσαντες δὲ τὴν τοῦ Νικάνορος ἔφοδον καὶ τὴν ἐπίθεσιν τῶν ἐθνῶν, καταπασάμενοι γῆν ἐλιτάνευσαν τὸν ἄχρι αἰῶνος συστήσαντα τὸν αὑτοῦ λαόν, ἀεὶ δὲ μετʼ ἐπιφανείας ἀντιλαμβανόμενον τῆς ἑαυτοῦ μερίδος.

προστάξαντος δὲ τοῦ ἡγουμένου, ἐκεῖθεν εὐθέως ἀναζεύξας συνμίσγει αὐτοῖς ἐπὶ κώμην Λεσσαού.

Σίμων δὲ ὁ ἀδελφὸς Ἰούδα συμβεβληκὼς ἦν τῷ Νικάνορι, βραδέως δέ, διὰ τὴν ἐφνίδιον τῶν ἀντιπάλων ἀφασίαν ἐπταικώς.

ὅμως δὲ ἀκούων ὁ Νικάνωρ ἣν εἶχον οἱ περὶ τὸν Ἰούδαν ἀνδραγαθίαν καὶ ἐν τοῖς περὶ τῆς πατρίδος ἀγῶσιν εὐψυχίαν, ὑπευλαβεῖτο τὴν κρίσιν δι᾿ αἱμάτων ποιήσασθαι.

διόπερ ἔπεμψεν Ποσιδώνιον καὶ Θεόδοτον καὶ Ματταθίαν, δοῦναι καὶ λαβεῖν δεξιάς.

πλείονος δὲ γενομένης περὶ τούτων ἐπισκέψεως, καὶ τοῦ ἡγουμένου τοῖς πλήθεσιν ἀνακοινωσαμένου, καὶ φανείσης ὁμοιοψήφου συγγνώμης, ἐπένευσαν ταῖς συνθήκαις.

ἐτάξαντο δὲ ἡμέραν ἐν ᾗ κατʼ ἰδίαν ἥξουσιν εἰς τὸ αὐτό· καὶ προῆλθεν παρʼ ἑκάστου δίφραξ, ἔθεσαν δίφρους.

διέταξεν Ἰούδας ἐνόπλους ἑτοίμους ἐν τοῖς ἐπικαίροις τόποις, μή ποτε ἐκ τῶν πολεμίων ἐφνιδίως κακουργία γένηται· τὴν ἁρμόζουσαν ἐποιήσαντο κοινολογίαν.

διέτριβεν ὁ Νικάνωρ ἐν Ἰεροσολύμοις, καὶ ἔπραττεν οὐθὲν ἄτοπον· τοὺς δὲ συναχθέντας ἀγελαίους ὄχλους ἀπέλυσεν.

καὶ εἶχεν τὸν Ἰούδαν διὰ παντὸς ἐν προσωπῳ· [*](V)[*](11 Δημητρειον A 12 προχειρισαμενος (-χειρησ. A)] προσκαλε- σαμενος V | τον Νικ.] om τον V 13 επιστολας] εντολας V | μεγιστου] μεγαλου V 14 οι δε επι της Ιουδαιας πεφυγαδευκοτες] τα δε εκ της Ιουδ. πεφυγαδευκοτα V 15 ελιτανευον V | αυτου] εαυτου V | επιφανιας V* | αντιλαμβανομενος A 16 ηγομενου A* (υ superscr Aᵃ?) ευθεως αναζευξας] δια ταχους αναζευξ. V | συνμισγει] συνμισ σει (sic) A | Δεεσαου V vid 17 Ιουδου V | συμβεβληκως ην] συμβεβληκωσιν V* (-κοσι Vᵃ) | βραδεως] βραχεως V | αιφνιδιον Vᵃ 18 om δε V | Νεικανωρ A | περι 2⁰] υπερ V | υπευλαβειτο] επευλ. V vid 19 Ποσιδονιον V* -σειδων. Vᵃ | Ματταθειαν A | om δεξιας V 20 ηγουμενου] ηγεμονος V | ομοψηφου V | συγγνωμης (συγν. A)] γνωμης V | 21 προσηλθεν V | διφραξ] διφρος V 22 διεταξεν] pr και V | ενοπλους] εν οπλοις V* (ενοπλους Vᵃ) αιφν. Vᵃ 23 διετριβεν] + δε V | ουδεν V | αγελαιους] ακερεως V* (-ραιως Vᵃ) 24 και ειχεν] ειχεν δε V)

703
ψυχικῶς τῷ ἀνδρὶ προσεκέκλιτο.

παρεκάλεσεν αὐτὸν γῆμαι καὶ [*](A) παιδοποιήσασθαι· ἐγάμησεν, εὐστάθησεν, ἐκοινώνησεν βίου.

Ο δὲ Ἄλκιμος συνιδὼν τὴν πρὸς ἀλλήλους εὔνοιαν καὶ τὰς γενομένας συνθήκας λαβὼν ἦκεν πρὸς τὸν Δημήτριον, καὶ ἔλεγεν τὸν Νικάνορα ἀλλότρια φρονεῖν τῶν πραγμάτων· τὸν γὰρ ἐπίβουλον τῆς βασιλείας αὐτοῦ Ἰούδαν διάδοχον ἀπέδειξεν.

ὁ δὲ βασιλεὺς ἔκθυμος γενόμενος καὶ ταῖς τοῦ πανπονήρου διαβολαῖς ἐρεθισθείς, ἔγραψεν Νικάνορι ὑπὲρ μὲν τῶν συνθηκῶν φάσκων βαρέως φέρειν, κελεύων δὲ τὸν Μακκαβαῖον δέσμιον ἐξαποστέλλειν εἰς Ἀντιοχίαν ταχέως

προσπεσόντων δὲ τούτων τῷ Νικάνορι, συνεκέχυτο, καὶ δυσφόρως ἔφερεν, εἰ τὰ διεσταλμένα ἀθετήσει μηδὲν τἀνδρὸς ἠδικηκότος.

ἐπεὶ δὲ τῷ βασιλεῖ ἀντιπράττειν οὐκ ἦν, εὔκαιρον ἐτήρει στρατηγήματι τοῦ ἐπιτελέσαι.

ὁ δὲ Μακκαβαῖος αὐστηρότερον διεξαγαγόντα συνιδὼν τὸν Νικάνορα τὰ πρὸς αὐτόν, καὶ τὴν ἠθισμένην ἀπάντησιν ἀγροικότερον ἐσχηκότα, νοήσας οὐκ ἀπὸ τοῦ βελτίστου τὴν αὐστηρίαν εἶναι, συστρέψας οὐκ ὀλίγους τῶν περὶ αὐτόν, συνεκρύπτετο τὸν Νικάνορα.

Συγγνοὺς δὲ ὁ ἕτερος ὅτι γενναίως ὑπὸ τοῦ ἀνδρὸς ἐστρατήγηται, παραγενόμενος ἐπὶ τὸ μέγιστον καὶ ἅγιον ἱερόν, τῶν ἱερέων τὰς καθηκούσας θυσίας προσαγόντων, ἐκέλευσεν παραδιδόναι τὸν ἄνδρα.

τῶν δὲ μεθʼ ὅρκων φασκόντων μὴ γινώσκειν ποῦ ποτʼ ἐστὶν ὁ ζητούμενος,

προτείνας τὴν δεξιὰν ἐπὶ τὸν νεώ, ὤμοσεν ταῦτα Ἐὰν μὴ δέσμιόν μοι τὸν Ἰούδαν παραδῶτε, τόνδε τὸν τοῦ θεοῦ σηκὸν εἰς πεδίον ποιήσω, καὶ τὸ θυσιαστήριον κατασκάψω, καὶ ἱερὸν ἐνταῦθα τῷ Διονύσῳ ἐπιφανὲς ἀναστήσω.

τοσαῦτα δὲ εἰπὼν ἀπῆλθεν· οἱ δε ἱερεῖς προτείναντες τὰς χεῖρας εἰς τὸν οὐρανὸν ἐπεκαλοῦντο τὸν διὰ παντὸς ὑπέρμαχον τοῦ ἔθνους ἡμῶν, ταῦτα λέγοντες