Machabaeorum ii

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

τοιούτῳ μόρῳ τὸν παράνομον συνέβη θανεῖν, μηδὲ τῆς γῆς τυγχάνοντα Μενέλαον·

πάνυ δικαίως· ἐπεὶ γὰρ συνετελέσατο πολλὰ περὶ τὸν βωμὸν ἁμαρτήματα, οὗ τὸ πῦρ ἁγνὸν ἦν καὶ ἡ σποδός, ἐν σποδῷ τὸν θάνατον ἐκομίσατο.

Τοῖς δὲ φρονήμασιν ὁ βασιλεὺς βεβαρημένος ἤρχετο, τὰ χείριστα τῶν ἐπὶ τοῦ πατρὸς αὐτοῦ γεγονότων ἐνδειξόμενος τοῖς Ἰουδαίοις.

μεταλαβὼν δὲ Ἰούδας ταῦτα, παρήγγειλεν τῷ πλήθει δι᾿ ἡμέρας καὶ νυκτὸς ἐπικαλέσασθαι τὸν κύριον, εἴ ποτε καὶ ἄλλοτε, καὶ νῦν ἐπιβοηθεῖυ

τοῖς τοῦ νόμου καὶ πατρίδος καὶ ἱεροῦ ἁγίου στερεῖσθαι μέλλουσιν, καὶ τὸν ἄρτι βραχέως ἀνεψυχότα λαὸν μὴ ἐᾶσαι τοῖς δυσφήμοις ἔθνεσιν ὑποχειρίους γενέσθαι.

πάντων δὲ τὸ αὐτὸ ποιησάντων ὁμοῦ καὶ καταξιωσάντων τὸν ἐλεήμονα κύριον μετὰ κλαυθμοῦ καὶ νηστειῶν καὶ προπτώσεως ἐπὶ ἡμέρας τρεῖς ἀδιαλείπτως, παρακαλέσας αὐτοὺς ὁ Ἰούδας ἐκέλευσεν [*](XIII)[*](1 εννατω Vᵃ | τεσσαρακοστω V | Επατορα V* (Ευπ. Vᵃ) 2 om V δε V 3 Μενελαον V | om καi 2⁰ V * (hab V¹⁽ᵐᵍ⁾) ειρωνειας Vᵃ | τη σωτηρια V | κατασταθησεται A 4 των κακων...παντων] ειναι παντων των κακων V | προσαπολεσθαι V | αγαγοντες V | Βερενοιαν V 5 πηχων V | οργανον δε] ουτος δε οργ. V 6 om η V | πεποιημενων A Vᵃ 7 τυγ- χανοντα] τυχοντα V 8 πολλα περι τιν βωμον] επι τον βωμον πολλα V 9 βεβαρωμενος V 10 Ιουδας] pr ο V | επικαλεισθαι V 11 ιερου αγιου στερεισθαι] αγιου ιερου στηρισθαι V * (-ρεισθ. Vᵃ) | αναψυχοτα V* (ανεψ. V1?) 12 επι] εφ V | om αδιαλειπτως V | ο Ιουδας om ο V)

700
[*](A) παραγίνεσθαι.

καθʼ ἑαυτὸν δὲ σὺν τοῖς πρεσβυτέροις γενόμενος ἐβουλεύσατο πρὶν εἰσβαλεῖν τὸ στράτευμα τοῦ βασιλέως ἐπὶ τὴν Ἰουδαίαν καὶ γενέσθαι τῆς πόλεως ἐγκρατεῖς, ἐξελθόντας κρῖναι τὰ πράγματα τῇ τοῦ θεοῦ βοηθείᾳ.

δοὺς δὲ τὴν ἐπιτροπὴν τῷ κυρίῳ τοῦ κόσμου, παρακαλέσας τοὺς σὺν αὐτῷ γενναίως ἀγωνίσασθαι μέχρι θανάτου περὶ νόμων, ἱεροῦ, πόλεως, πατρίδος, πολιτίας· περὶ δὲ Μωδιεὶμ ἐποιήσατο τὴν στρατιάν.

ἀναδοὺς δὲ τοῖς περὶ αὐτὸν σύνθημα ΘΕΟΥ ΝΙΚΗΝ, μετὰ νεανίσκων ἀρίστων κεκριμένων ἐπιβαλὼν νύκτωρ ἐπὶ τὴν βασιλικὴν αὐλήν, τὴν παρεμβολὴν ἀνεῖλεν εἰς ἄνδρας δισχιλίους, καὶ τὸν πρωτεύοντα τῶν ἐλεφάντων σὺν τῷ κατʼ οἰκίαν ὄντι συνέθηκεν·

καὶ τὸ τέλος τὴν παρεμβολὴν δέους καὶ ταραχῆς ἐπλήρωσαν, καὶ ἐξέλυσαν εὐημεροῦντες.

ὑποφαινούσης δὲ ἤδη τῆς ἡμέρας τοῦτο ἐγεγόνει, διὰ τὴν ἐπαρήγουσαν αὐτῷ τοῦ κυρίου σκέπην.

Ὁ δὲ βασιλεὺς εἰληφὼς γεῦμα τῆς τῶν Ἰουδαίων εὐτολμίας, κατεπείρασεν διὰ μεθόδων τοὺς τόπους,

καὶ ἐπὶ Βαιθσούροις φρούριον ὀλίγον τῶν Ἰουδαίων· προσῆγεν, ἐτροποῦτο, προσενέκρουσεν, ἠλαττονοῦτο.

τοῖς δὲ ἔνδον Ἰούδας τὰ δέοντα εἰσέπεμψεν.

προσήγγειλεν δὲ τὰ μυστήρια τοῖς πολεμίοις Ῥόδοκος ἐκ τῆς Ἰουδαικῆς τάξεως· ἀνεζητήθη καὶ κατελήμφθη καὶ κατεκλείσθη.

ἐδευτερολόγησεν ὁ βασιλεὺς τοῖς ἐν Βαιθσούροις, δεξιὰν ἔδωκεν, ἔλαβεν, ἀπῄει,

προσέβαλεν τοῖς περὶ τὸν Ἰούδαν, ἥττων ἐγένετο, μετέλαβεν ἀπονενοῆσθαι τὸν Φίλιππον ἐν Ἀντιοχίᾳ τὸν ἀπολελιμμένον ἐπὶ τῶν πραγμάτων, συνεχύθη, τοὺς Ἰουδαίους παρεκάλεσεν, ὑπετάγη, καὶ ὤμοσεν ἐπὶ πᾶσι τοῖς δικαίοις, συνελύθη καὶ θυσίαν προσήγαγεν, ἐτίμησεν τὸν νεὼ καὶ τὸν τόπον, ἐφιλανθρώπησεν