Machabaeorum ii

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

καὶ τὸ τέλος τὴν παρεμβολὴν δέους καὶ ταραχῆς ἐπλήρωσαν, καὶ ἐξέλυσαν εὐημεροῦντες.

ὑποφαινούσης δὲ ἤδη τῆς ἡμέρας τοῦτο ἐγεγόνει, διὰ τὴν ἐπαρήγουσαν αὐτῷ τοῦ κυρίου σκέπην.

Ὁ δὲ βασιλεὺς εἰληφὼς γεῦμα τῆς τῶν Ἰουδαίων εὐτολμίας, κατεπείρασεν διὰ μεθόδων τοὺς τόπους,

καὶ ἐπὶ Βαιθσούροις φρούριον ὀλίγον τῶν Ἰουδαίων· προσῆγεν, ἐτροποῦτο, προσενέκρουσεν, ἠλαττονοῦτο.

τοῖς δὲ ἔνδον Ἰούδας τὰ δέοντα εἰσέπεμψεν.

προσήγγειλεν δὲ τὰ μυστήρια τοῖς πολεμίοις Ῥόδοκος ἐκ τῆς Ἰουδαικῆς τάξεως· ἀνεζητήθη καὶ κατελήμφθη καὶ κατεκλείσθη.

ἐδευτερολόγησεν ὁ βασιλεὺς τοῖς ἐν Βαιθσούροις, δεξιὰν ἔδωκεν, ἔλαβεν, ἀπῄει,

προσέβαλεν τοῖς περὶ τὸν Ἰούδαν, ἥττων ἐγένετο, μετέλαβεν ἀπονενοῆσθαι τὸν Φίλιππον ἐν Ἀντιοχίᾳ τὸν ἀπολελιμμένον ἐπὶ τῶν πραγμάτων, συνεχύθη, τοὺς Ἰουδαίους παρεκάλεσεν, ὑπετάγη, καὶ ὤμοσεν ἐπὶ πᾶσι τοῖς δικαίοις, συνελύθη καὶ θυσίαν προσήγαγεν, ἐτίμησεν τὸν νεὼ καὶ τὸν τόπον, ἐφιλανθρώπησεν

καὶ τὸν Μακκαβαῖον ἐπεδέξατο, κατέλειπεν στρατηγὸν ἀπὸ Πτολεμαίδος ἕως τῶν Γεννήρων Ἡγεμονίδην,

ἦλθεν εἰς Πτολεμαίδα· ἐδυσφόρουν περὶ τῶν συνθηκῶν οἱ Πτολεμαεῖς, ἐδειλίαζον γὰρ ὑπεράγαν· ἠθέλησαν ἀθετεῖν τὰς διαστάλσεις.

[*](v)[*](13 εαυτον] αυτον V πριν] + η V | του βασιλεως τὸ στρατευμα V | επι] εις V | om και A 14 κυριω] κτιστη V | νομου V | πολιτειας V | Μωδιειν V | στρατιαν] στρατοπαιδειαν V* ( -πεδ. Vᵃ) 15 νικης V | δισχιλιους] χιλιους V | οικια A* (ν superscr A¹) 16 δους A επληρωσεν V 17 om δε V | τουτο] + δε V | επαρηγουσαν... του κυριου (τω κω A)] εξ ουνου γεγονυιαν αυτω επαρηγουσαν κυ V 19 Βαιθσουρα V | ολιγον] οχυρον οχυρον V* (improb οχ. 2° V¹) προσενεκρουσεν (προσνεκρ. A)] προσ- εκρουεν V | 21 om και bis V κατεληφθη V 23 απονενοεισθαι V | Αντιοχεια V | απολελειμμ. Vᵃ πραγματων συνεχυθη· A | πασιν V* | συνελυθη] συνεληλυθη V | νεων V 24 απεδεξατο V Γεννηρων] Τερρηνων V 25 εδυσφορων A | περι] υπερ V | Πτολεμαις AV* εδειλιαζον (εδιλ. A)] αιδι- ναζον V* | υπεραγαν] υπερ Ιουδαιων V | διασταλσεις (-σις A )] διαστασεις V)
701

προσῆλθεν ἐπὶ τὸ βῆμα Λυσίας, ἀπελογήσατο ἐνδεχομένως, συνέπεισεν [*](A) καὶ κατεπρᾴυνεν, εὐμενεῖς ἐποίησεν, ἀνέζευξεν εἰς Ἀντιοχίαν. οὕτω τὰ τῆς ἐφόδου τοῦ βασιλέως καὶ τῆς ἀναζυγῆς ἐχώρησεν.

Μετὰ δὲ τριετῆ χρόνον προσέπεσεν τοῖς περὶ τὸν Ἰούδαν, Δημήτριον τὸν τοῦ Σελεύκου διὰ τοῦ κατὰ Τρίπολιν λιμένος εἰσπλεύσαντα μετὰ πλήθους ἰσχυροῦ καὶ στόλου

κεκρατηκέναι τῆς χώρας, ἐπανελόμενον Ἀντίοχον καὶ τὸν τούτου ἐπίτροπον Λυσίαν.

Ἄλκιμος δέ τις προγεγονὼς ἀρχιερεύς, ἑκουσίως δὲ μεμολυσμένος ἐν τοῖς τῆς ἀμιξίας χρόνοις, συννοήσας ὅτι καθʼ ὁντιναοῦν τρόπον οὐκ ἔστιν αὐτῷ σωτηρία οὐδέ πρὸς τὸ ἅγιον θυσιαστήριον ἔτι πρόσοδος,

ἦλθεν πρὸς τὸν βασιλέα Δημήτριον ὡς πρώτῳ καὶ ἑκατοστῷ καὶ πεντηκοστῷ ἔτει, προσάγων αὐτῷ στέφανον χρυσοῦν καὶ φοίνικα, πρὸς δὲ τούτοις τοῖς νομιζομένοις θαλλῶν τοῦ ἱεροῦ· καὶ τὴν ἡμέραν ἐκείνην ἡσυχίαν ἔσχεν.

καιρὸν δὲ λαβὼν τῆς ἰδίας ἀνοίας συνεργόν, προσκληθεὶς εἰς συνέδριον ὑπὸ τοῦ Δημητρίου καὶ ἐπερωτηθεὶς ἐν τίνι διαθέσει καὶ βουλῇ καθέστηκαν οἱ Ἰουδαῖοι, πρὸς ταῦτα ἔφη

Οἱ λεγόμενοι τῶν Ἰουδαίων Ἁσιδαῖοι, ὧν ἀφηγεῖται Ἰούδας ὁ Μακκαβαῖος, πολεμοτροφοῦσιν καὶ στασιάζουσιν, οὐκ ἐῶντες τὴν βασιλείαν εὐσταθείας τυχεῖν.

ὅθεν ἀφελόμενος τὴν προγονικὴν δόξαν, λέγων δὲ τὴν ἀρχιερωσύνην, δεύτερον νῦν ἐλήλυθα,

πρῶτον μὲν ὑπὲρ τῶν ἀνηκόντων τῷ βασιλεῖ γνησίως φρονῶν, δεύτερον δὲ καὶ τῶν ἰδίων πολιτῶν στοχασάμενος· τῇ μὲν γὰρ τῶν προειρημένων ἀλογιστίᾳ τὸ σύμπαν ἡμῶν γένος οὐ μικρῶς ἀκληρεῖ.

ἕκαστα δὲ τούτων ἐπεγνωκὼς σύ, βασιλεῦ, καὶ τῆς χώρας καὶ τοῦ περιισταμένου γένους ἡμῶν προσνοήθητι, καθʼ ἣν ἔχεις πρὸς ἅπαντας εὐαπάντητον φιλανθρωπίαν.