Machabaeorum ii

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

Ἐξελθὼν δὲ ἐπὶ τὸ Κάρνιον καὶ τὸ Ἀτεργάτιον, κατέσφαξεν μυριάδας σωμάτων δύο πεντακισχιλίους.

μετὰ δὲ τὴν τούτων τροπὴν καὶ ἀπώλειαν ἐπεστράτευσεν καὶ ἐπὶ Ἐφρών, πόλιν ὀχυράν, ἐν ᾗ πάμφυλα ἐν αὐτῇ πλήθη· νεανίαι δὲ ῥωμαλέοι πρὸ τῶν τειχέων καθεστῶτες εὐρώστως ἀπεμάχοντο· ἔνθα ὀργάνων καὶ βελῶν πολλαὶ παραθέσεις ὑπῆρχον.

ἐπικαλεσάμενοι δὲ τὸν δυνάστην τὸν μετὰ κράτους συντρίβοντα τὰς τῶν πολεμίων ὁλκάς, ἔλαβον τὴν πόλιν ὑποχείριον, κατέστρωσαν δὲ τῶν ἔνδον εἰς μυριάδας δύο πεντακισχιλίους.

ἀναζεύξαντές τε ἐκεῖθεν, ὥρμησαν ἐπὶ Σκυθῶν πόλιν, ἀπέχουσαν ἀπὸ Ἰεροσολύμων σταδίους ἑξακοσίους.

ἀπομαρτυρησάντων δὲ τῶν ἐκεῖ καθεστώτων Ἰουδαίων ἣν οἱ Σκυθοπολεῖται ἔσχον πρὸς αὐτοὺς εὔνοιαν, καὶ ἐν τοῖς τῆς ἀτυχίας καιροῖς ἥμερον ἀπάντησιν,

εὐχαριστήσαντες καὶ προσπαρακαλέσαντες καὶ εἰς τὰ λοιπὰ πρὸς τὸ γένος εὐμενεῖς εἶναι, παρεγενήθησαν εἰς Ἰεροσόλυμα, τῆς τῶν ἑβδομάδων ἑορτῆς οὔσης ὑπογύου.

Μετὰ δὲ τὴν λεγομένην πεντηκοστὴν ὥρμησαν ἐπὶ Γοργίαν τὸν τῆς Ἰδουμαίας στρατηγόν.

[*](22 πρωτου] πρωτης V | εκ της...εφορωντος] της τα παντα εκ του V εφ. V | επιφανειας Vᵃ εις φυγην] εισφυγειν A | ιδιων] Ιουδαιων V 23 ευτονωτερον] + ον A Ιουδας] pr ο V | δε 2⁰] τε V | ανδρων τρεις V 24 Δοσιθεον V ηξιουν V* (ηξιου Vᵃ) γοητιας] γονυπητιας V* (-πετιας Va vid) ως σωον (ωσωον A)] ζωντα V | πλειονων] πλειον· ων A 25 πισαν- τος V* (πιστωσαντος V¹) αποκαταστησειν V | εκα V* (ενεκα Vᵃ) 26 σω- ματων μυριαδας V δυο] + και V 27 απωλιαν V* om και 1° V | παμφυλα...πληθη] παμφυλα πληθη εν αυτη κατωκει V | νεανιαι δε...ενθα] νιανιαι (sic V * ) δε και μαλα ρωμαλαιοι προ των τειχεων καθεστωτες ευρωστως απεμαχοντο εν ω δε V 28 ολκας] αλκας V | δυο] + και V 29 τε] δε V 30 καθεστωτων κοτοικουντων V | ην] ων V Σκυθοπολιται V 31 om και προσπαρακαλεσαντες V)
698
[*](A)

ἐξῆλθεν δὲ μετὰ πεζῶν τρισχιλίων, ἱππέων δὲ τετρακοσίων·

παραταξαμένους δὲ συνέβη πεσεῖν ὀλίγους τῶν Ἰουδαίων.

Δωσίθεος δέ τις τῶν τοῦ Βακήνορος, ἔφιππος ἀνὴρ καὶ καρτερός, εἴχετο τοῦ Γοργίου, καὶ λαβόμενος τῆς χλαμύδος, ἦγεν αὐτὸν εὐρώστως, καὶ βουλομένου τὸν κατάρατον λαβεῖν ζωγρείαν, τῶν ἱππέων τινὸς Θρᾳκῶν ἐπενεχθέντος αὐτῷ καὶ τὸν ὦμον καθελόντος, διέφυγεν Γοργίας εἰς Μαρισά.

τῶν δὲ περὶ τὸν Ἔσδριν ἐπὶ πλεῖον μαχομένων καὶ κατακόπων ὄντων, ἐπικαλεσάμενος Ἰούδας τὸν κύριον σύμμαχον φανῆναι καὶ προοδηγὸν φανῆναι τοῦ πολέμου,

καταρξάμενος τῇ πατρίῳ φωνῇ τὴν μεθʼ ὕμνων κραυγήν, ἐνσείσας ἀπροσδοκήτως τοῖς περὶ τὸν Γοργίαν τροπὴν ἐποιήσατο αὐτῶν.

Ἰούδας δὲ ἀναλαβὼν τὸ στράτευμα ἧκεν εἰς Ὀδολλὰμ πόλιν· τῆς δὲ ἑβδομάδος ἐπιβαλλούσης, κατὰ τὸν ἐθισμὸν ἁγνισθέντες αὐτόθι τὸ σάββατον διῆγεν.

τῇ δὲ ἐχομένῃ ἦλθον οἱ περὶ τὸν Ἰούδαν, καθʼ ὃν χρόνον τὸ τῆς χρείας ἐγεγόνει, τὰ σώματα τῶν προπεπτωκότων ἀνακομίσασθαι καὶ μετὰ τῶν συγγενῶν ἀποκαταστῆσαι εἰς τοὺς πατρῴους τάφους.

εὗρον δὲ ἑκάστου τῶν τεθνηκότων ὑπὸ τοὺς χιτῶνας ἱερώματα τῶν ἀπὸ Ἰαμνίας εἰδώλων, ἀφʼ ὧν ὁ νόμος ἀπήργει τοὺς Ἰουδαίους· τοῖς δὲ πᾶσι σαφὲς ἐγένετο διὰ τήνδε τὴν αἰτίαν τούσδε πεπτωκέναι.

πάντες οὖν εὐλογησαντες τὰ τοῦ δικαιοκρίτου κυρίου τοῦ τὰ κεκρυμμένα φανερὰ ποιοῦντος,

εἰς ἱκεσίαν ἐτράπησαν, ἀξιώσαντες τὸ γεγονὸς ἁμάρτημα τελείως ἐξαλειφθῆναι· ὁ δὲ γενναῖος Ἰούδας παρεκάλεσε τὸ πλῆθος συντηρεῖν αὑτοὺς ἀναμαρτήτους εἶναι, ὑπ᾿ ὄψιν ἑωρακότας τὰ γεγονότα διὰ τὴν τῶν προπεπτωκότων ἁμαρτίαν.

ποιησάμενός τε κατʼ ἀνδρολογεῖον εἰς ἀργυρίου δραχμὰς δισχιλίας ἀπέστειλεν εἰς Ἰεροσόλυμα προσαγαγεῖν περὶ ἁμαρτίας θυσίαν, πάνυ καλῶς καὶ ἀστείως πράττων, ὑπὲρ ἀναστάσεως ἀναλογιζόμενος.

εἰ μὴ γὰρ τοὺς προπεπτωκότας ἀναστῆναι προσεδόκα, περισσὸν καὶ ληρῶδες ὑπὲρ νεκρῶν εὔχεσθαι·

εἴτε ἐμβλέπων τοῖς μετʼ εὐσεβίας κοιμωμένοις κάλλιστον ἀποκείμενον εὐχαριστήριον, [*](V)[*](34 παραταξαμενου V 35 Δοσιθιος Vᵃ ανηρ εφιππος V | Γοργειου A | βουλομενος V | ζωγριαν V | Θρακων] Θαρσος V* Θαρσους Vᵃ Γοργιας (-γειας A)] pr ο V 36 κατακοπων οντων] κατακοπτοντων V | om φανηναι 2° V 37 Γοργειαν A | αυτων εποιησατο V 38 διηγεν] διηγαγον V 39 τα της χρ. V | συγγονων V | πατριους V 40 Ιαμνειας Vᵃ | απειργει V | πασιν V* 41 δικαιου κριτου V 42 ικετιαν V* το γεγονος] δια το γεγονως V* (-νος Vᵃ) | παρεκαλεσεν V | εωρακοτες A* (-κοτας Aᵃ?) | αμαρ- τιαν] αμαρτηματω| A 43 ποιησ. τε] + κατασκευασματα V | κατα ανδρο- λογιαν V | αναλογιζομενος] διαλογιζομενους V 44 περισσως A 45 ειτε] ειτ V | ευσεβειας V | ευχαριστηριον] χαρηστηριον V*)

699
ὁσία καὶ εὐσεβὴς ἡ ἐπίνοια. ὅθεν περὶ τῶν τεθνηκότων τὸν ἐξιλασμὸν [*](A) ἐποιήσατο, τῆς ἁμαρτίας ἀπολυθῆναι.