Machabaeorum ii

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

ὁ Μακκαβαῖος εἰς ἐπείγοντας τόπους, ἀπολείπων Σίμωνα καὶ Ἰώσηπον, ἔτι δὲ Ζακχαῖονμ καὶ τοὺς σὺν αὐτῷ ἱκανοὺς πρὸς τὴν τούτων πολιορκίαν, αὐτὸς ἐχωρίσθη.

οἱ δὲ περὶ τὸν Σίμωνα φιλαργυρήσαντες ὑπό τινων τῶν ἐν τοῖς πύργοις ἐπείσθησαν ἀργυρίῳ· ἑπτάκις δὲ μυρίας δραχμὰς λαβόντες, εἴασάν τινας διαρρυῆναι.

προσαγγέλλοντες δὲ τῷ Μακκαβαίαῳ περὶ τοῦ γεγονότος, συναγαγὼν τοὺς ἡγουμένους τοῦ λαοῦ, κατηγόρησεν ὡς ἀργυρίου πέπρακαν τοὺς ἀδελφούς, τοὺς πολεμίους κατʼ αὐτῶν ἀπολύσαντες.

τούτους μέν οὖν προδότας γενομένους ἀπέκτεινεν, [*](V)[*](12 Πτολεμαιος] inter αι et ος 3 ut vid lilt ras A? καλουμενος] λεγομενος V συνετηρει V | προηγουμενως Va | om προς τους Ιουδαιους V | προς αυτους (1⁰)] εις τους Ιουδαιους V | διεξαγαγειν V 13 εκλειπειν V* | ευγεννασιας A ευγενισας coniecer Grimm Fritzsch εαυτον] δε αυτον V 14 τοπων] τροπων A | ιδιους] Ιουδαιους V 15 τουτω V | φυγαδευοντας V | προσλαμ- βανομενοι V 16 Μακαββαιον V | λιταναιαν A γενεσθαι αυτοις συμ- μαχον V | Ιδουμαιων] Ιουδαιων V 17 προσβαλλοντες V | ευρρωστ. Vᵃ | ενκρατεις εγενοντο] εγεν. εγκρατεις V | τε 2°| δε V | ενπιπτοντας (εμπ. V)] +παντας V | ηττων V* 18 συμφυγ. Vᵃ | ενακισχιλιων V | εχοντες V 19 Μακαβαιος V* (Μακκ. V¹) | απολιπων Vᵃ | Ιωσηφον V | Ζακχαιον] pr και V 20 φιλαργυρισαντες V* (-γυρησ. Vᵃ) των εν] τοις εν V 21 προσαγγελ- θεντος V | κατηγορησαν V | αργυριω V | του αδελφους V* (τους αδ. Vᵃ))

691
καὶ παραχρῆμα τοὺς δύο πύργους κατελάβετο.

τοῖς δὲ ὅπλοις τὰ [*](A) πάντα ἐν ταῖς χερσὶν εὐοδούμενος, ἀπώλεσεν ἐν τοῖς δυσὶν ὀχυρώμασινμ πλείους τῶν δισμυρίων.

Τιμόθεος δὲ ὁ πρῶτον ἡττηθεὶς ὑπὸ τῶν Ἰουδαίων, συναγαγὼν ξένας δυνάμεις πανπληθεῖς καὶ τοὺς τῆς Ἀσίας γενομένους ἵππους συναθροίσας οὐκ ὀλίγους, παρῆν ὡς δοριάλωτον λημψόμενος τὴν Ἰουδαίαν.

οἱ δὲ περὶ τὸν Μακκαβαῖον, συνεγγίζοντος αὐτοῦ, πρὸς ἱκεσίαν τοῦ θεοῦ γῇ τὰς κεφαλὰς καταπάσαντες καὶ τὰς ὀσφύας σάκκοις ζώσαντες,

ἐπὶ τὴν ἀπέναντι τοῦ θυσιαστηρίου κρηπῖδα προσπεσόντες, ἠξίουν ἵλεων αὐτοῖς γενόμενον ἐχθρεῦσαι τοῖς ἐχθροῖς αὐτῶν, καὶ ἀντικεῖσθαι τοῖς ἀντικειμένοις, καθὼς καὶ ὁ νόμος διασαφεῖ

γενόμενοι δὲ ἀπὸ τῆς δεήσεως, ἀναλαβόντες τὰ ὅπλα, προῆγον ἀπὸ τῆς πόλεως ἐπὶ πλεῖον· συνεγγίσαντες δὲ τοῖς πολεμίοις, ἐφʼ ἑαυτῶν ἦσαν.