Machabaeorum ii

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

ὡς δὲ φανερὸν ἐγενήθη τὸ πρῆγμα, καὶ διηγγέλη τῷ βασιλεῖ τῶν Περσῶν ὅτι εἰς τὸν τόπον οὗ τὸ πῦρ ἔκρυψαν οἱ μεταχθέντες ἱερεῖς τὸ ὕδωρ ἐφάνη, ἀφʼ οὖ καὶ οἱ περὶ τὸν Νεεμίαν ἥγνισαν τὰς θυσίας,

περιφράξας δὲ ὁ βασιλεὺς ἱερὸν ἐποίησεν, δοκιμάσας τὸ πρᾶγμα·

καὶ οἷς ὁ βασιλεὺς πολλὰ διάφορα ἐλάμβανεν, καὶ μετεδίδου.

προσηγόρευσαν δὲ οἱ περὶ τὸν Νεεμίαν τοῦτο Νεφθάρ, ὁ διερμηνεύεται Καθαρισμός· καλεῖται δὲ παρὰ τοῖς πολλοῖς Νεφθάρ.

Εὑρίσκεται δὲ ἐν ταῖς ἀπογραφαῖς Ἰερεμίας ὁ προφήτης ὅτι ἐκέλευσεν τοῦ πυρὸς λαβεῖν τοὺς μεταγενομένους, ὡς σεσήμανται·

καὶ ὡς ἐνετείλατο τοῖς μεταγενομένοις ὁ προφήτης, δοὺς αὐτοῖς τὸν νόμον, ἵνα μὴ ἐπιλάθωνται τῶν προσταγμάτων τοῖ κυρίου, καὶ ἴνα μὴ ἀποπλανηθῶσιν ταῖς διανοίαις, βλέποντες ἀγάλματα χρυσᾶ καὶ ἀργυρᾶ καὶ τὸν περὶ αὐτὰ κόσμον.

καὶ ἕτερα τοιαῦτα [*](V)[*](23 καταρχομενους V κατερχομενους Vᵃ | Ιωναθον Vᵃ τε 2°] δε V Νεεμειου A 24 Κυρς] + κε V ο ισχυρος] om ο V 25 παντοκρατωρ] pr ο V 26 του λαου] om του V 27 εθνεσι Vᵃ | επιδε V εφειδε A | συ] + ει V 29 ειπε Vᵃ Μωυσης V 31 εκελευσε Vᵃ καταχειν] κατεχειν V 33 εγενηθη] εγενετο V | om και 1° V διηγγελθη V εκρυψαν] απεκρυφαν V το υδωρ] om το V Nεεμειαν A τας θυσιας] τα της θ. V 35 οις] εχαρισατο V 36 Νεμιαν V* (Νεεμ. Vᵃ) Nεεμειαν A πολλοις] λοιποις V Νεφθαρ 2°] Nεφθαι V II 1—4 φητης οτι εκελευσεν...αυτω συν ακολουθειν in mgg et sup ras Aᵃ 1 μεταγομενους V 2 μεταγομενοις V | επιλαθονται V* (- θωντπι Vᵃ) αυτα] αυτας Aᵃ)

665
λέγων, παρεκάλει μὴ ἀποστῆναι τὸν νόμον ἀπὸ τῆς καρδίας αὐτῶν.

[*](A)

ἦν δὲ ἐν τῇ γραφῇ, ὡς τὴν σκηνὴν καὶ τὴν κιβωτὸν ἐκέλευσεν ὁ προφήτης χρηματισμοῦ γενηθέντος αὐτῷ συνακολουθεῖν, ὡς δὲ ἐξῆλθεν εἰς τὸ ὄρος οὗ ὁ Μωυσῆς ἀναβὰς ἐθεάσατο τὴν τοῦ θεοῦ κληρονομίαν.

καὶ ἐλθὼν ὁ Ἱερεμίας εὗρεν οἶκον ἀντρώδη, καὶ τὴν σκηνὴν καὶ τὴν κιβωτὸν καὶ τὸ θυσιαστήριον τοῦ θυμιάματος εἰσήνεγκεν ἐκεῖ, καὶ τὴν θύραν ἐνέφραξεν·

καὶ προσελθόντες τινές τῶν συνακολουθούντων ὥστε ἐπισημάνασθαι τὴν ὁδόν, καὶ οὐκ ἐδυνήθησαν εὑρεῖν.

ὡς δὲ ὁ Ἱερεμίας ἔγνω, μεμψάμενος αὐτοῖς εἶπεν ὅτι Καὶ ἄγνωστοι ὁ τόπος ἔσται, ἕως ἂν συνάγῃ ὁ θεὸς ἐπισυναγωγὴν τοῦ λαοῦ, καὶ ἔλεος γένηται.

καὶ τότε ὁ κύριος ἀναδείξει ταῦτα, καὶ ὀφθήσεται ἡ δόξα τοῦ κυρίου καὶ ἡ νεφέλη, ὡς ἐπὶ Μωσῇ ἐδηλοῦτο, ὡς καὶ ὁ Σαλωμὼν ἠξίωσεν, ἵνα ὁ τόπος καθαγιασθῇ μεγάλως.