Machabaeorum ii

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

A ΤΟΙΣ ἀδελφοῖς τοῖς κατʼ Αἴγυπτον Ἰουδαίοις χαίρειν οἱ ἀδελφοὶ οἱ ἐν Ἰεροσολύμοις Ἰουδαῖοι καὶ οἱ ἐν τῇ χώρᾳ τῆς Ἰουδαίας. εἰρήνην ἀγαθήν·

καὶ ἀγαθοποιῆσαι ὑμῖν ὁ θεός, καὶ μνησθῆναι τῆς διαθήκης αὐτοῦ τῆς πρὸς Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ τῶν δούλων αὐτοῦ τῶν πιστῶν.

καὶ δώῃ ὑμῖν καρδίαν πᾶσιν εἰς τὸ σέβεσθαι αὐτὸν καὶ ποιεῖν αὐτοῦ τὰ θελήματα καρδίᾳ μεγάλῃ καὶ ψυχῇ βουλομένῃ·

καὶ διανοίξαι τὴν καρδίαν ὑμῶν ἐν τῷ νόμῳ αὐτοῦ καὶ ἐν τοῖς προστάγμασιν, καὶ εἰρήνην ποιήσαι

καὶ ὑπακούσαι ὑμῶν τῶν δεήσεων, καὶ καταλλαγείη ὑμῖν, καὶ μὴ ὑμᾶς ἐγκαταλείποι ἐν καιρῷ πονηρῷ.

Καὶ νῦν ὧδέ ἐσμεν προσευχόμενοι περὶ ὑμῶν.

βασιλεύοντος Δημητρίου, ἔτους ἐκατοστοῦ ἑξηκοστοῦ ἐνάτου, ἡμεῖς οἱ Ἰουδαῖοι γεγράφαμεν ὑμῖν ἐν τῆ θλίψει καὶ ἐν τῇ ἀκμῇ τῇ ἐπελθούσῃ ἡμῖν ἐν τοῖς ἔτεσιν τούτοις, ἀφʼ οὖ ἀπέστη Ἰάσων καὶ οἱ μετ᾿ αὐτοῦ ἀπὸ τῆς ἁγίας γῆς καὶ τῆς βασιλείας·

καὶ ἐνεπύρισαν τὸν πυλῶνα, καὶ ἐξέχεαν ἀἷμα ἀθῷον· καὶ ἐδεήθημεν τοῦ κυρίου καὶ εἰσηκούσθημεν· προσηνέγκαμεν θυσίαν καὶ σεμίδαλιν, καὶ ἐξηγάγομεν τοὺς λύχνους, καὶ προεθήκαμεν τοὺς ἄρτους.

καὶ νῦν ἴνα ἄγητε τὰς ἡμέρας τῆς σκηνοπηγίας τοῦ Χασελεὺ μηνός.

ἔτους ὀγδοηκοστοῦ καὶ ὀγδόου ἐν Ἰεροσολύμοις.

Καὶ οἱ ἐν τῇ Ἰουδαίᾳ καὶ ἡ γερουσία καὶ Ἰούδας Ἀριστοβούλῳ διδασκάλῳ Πτολεμαίου τοῦ βασιλέως, ὄντι δὲ ἀπὸ τοῦ τῶν χριστῶν [*](v)[*](Inscr Μακκαβαιων β΄ AV I 2 υμιν] ημιν V | μνησθηναι] μνησθείη V 3 σεβειν V 4 om εν 2° V | προσταγμασι Vᵃ 6 ωδεσμεν V* (ωδε εσμ. V¹) 7 εκατοστου...ενατου] ενατου (ενν. Vᵃ) και εξηκοστου και εκατοστου V | ετεσι Vᵃ απεστη] απεσταλη V | om και 3° A* (superscr A¹(vid) 8 προση- νεγκαμεν] pr και V | εξηγαγομεν] εξηγαγεν A εξηφαμεν V 9 ινα α αγηται (sic) Avid | της σκηνοπηγιας (-γειας A)] om της V 10 ογδοηκοστου και ογδοου] pr εκατοστου και V | distinx post ογδ. V εν Ιεροσολυμ.] pr οι V)

663
ἱερέων γένους, καὶ τοῖς ἐν Αἰγύπτῳ Ἰουδαίοις, χαίρειν καὶ ὑγιαίνειν.

[*](A)

ἐκ μεγάλων κιωδύνων ὑπὸ τοῦ θεοῦ σεσωσμένοι μεγάλως εὐχαριστοῦμεν αὐτῷ, ὡς ἂν πρὸς βασιλέα παρατασσόμενοι.

αὐτὸς γὰρ ἐξέβρασεν τοὺς παρατασσομένους ἐν τῇ ἁγίᾳ πόλει εἰς τὴν Περσίδα.

γενόμενος γὰρ ὁ ἡγεμὼν καὶ ἡ περὶ αὐτὸν ἀνυπόστατος δοκοῦσα εἶναι δύναμις, κατεκόπησαν ἐν τῷ τῆς Ναναίας ἱερῷ, παραλογισμῷ χρησαμένων τῶν περὶ τὴν Ναναίαν ἱερέων.

ὡς γὰρ συνοικῶν αὐτῇ παρεγένετο εἰς τὸν τόπον ὅ τε Ἀντίοχος καὶ οἱ σὺν αὐτῷ φίλοι, χάριν τοῦ λαβεῖν τὰ χρήματα πλείονα εἰς φερνῆς λόγον·

καὶ προθέντων αὐτὰ τῶν ἱερέων τοῦ Ναναίου, κἀκείνου προσελθόντος μετʼ ὀλίγων εἰς τὸν περίβολον τοῦ τεμένους, συγκλείσαντες τὸ ἱερόν, ὡς εἰσῆλθεν Ἀντίοχος,

ἀνοίξαντες τὴν τοῦ φατνώματος κρυπτὴν θύραν, βάλλοντες πέτρους συνεκεραύνωσαν τὸν ἡγεμόνα, καὶ μέλη ποιήσαντες καὶ τὰς κεφαλὰς τοῖς ἔξω παραρίψαντες.

κατὰ πάντα εὐλογητὸς ἡμῶν ὁ θεός, ὃς ἔδωκεν τοὺς ἀσεβήσαντας.

Μέλλοντεςς ἅγειν ἐν τῷ Κασελεὺ πέμπτῃ καὶ εἰκάδι τὸν καθαρισμὸν τοῦ ἱεροῦ, δέον ἡγησάμεθα διασαφῆσαι ὑμῖν, ἴνα καὶ αὐτοὶ ἄγητε σκηνοπηγίας καὶ τοῦ πυρός, ὅτε Νεεμίας, ὁ οἰκοδομήσας τότε τὸ ἱερὸν καὶ τὸ θυσιαστήριον, ἀνήνεγκεν θυσίας.

καὶ γὰρ ὅτε εἰς τὴν Περσικὴν ἥγοντο ἡμῶν οἱ πατέρες, οἵ τε εὐσεβεῖς ἱερεῖς λαβόντες ἀπὸ τοῦ πυρὸς τοῦ θυσιαστηρίου λαθραίως, κατέκρυψαν ἐν κοιλώματι φρέατος τάξιν ἔχοντος ἄνυδρον, ἐν ᾧ κατησφαλίσαντο, ὥστε πᾶσιν ἄγνωστον εἶναι τὸν τόπον.

διελθόντων δέ ἐτῶν ἱκανῶν, ὅτε ἔδοξεν τῷ θεῷ, ἀποσταλεὶς Νεεμίας ἀπὸ τοῦ βασιλέως τῆς Περσίδος τοὺς ἐκγόνους τῶν ἱερέων τῶν ἀποκρυψάντων ἔπεμψεν ἐπὶ τὸ πῦρ.