Machabaeorum i

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

καὶ ὅτι οἱ ἐκ τῆς Ἑλλάδος ἐβουλεύσαντο ἐλθεῖν καὶ ἐξᾶραι αὐτούς,

καὶ ἐγνώσθη ὁ λόγος αὐτοῖς, καὶ ἀπέστειλαν ἐπʼ αὐτοὺς στρατηγὸν ἕνα, καὶ ἐπολέμησαν πρὸς αὐτούς, καὶ ἔπεσαν ἐξ αὐτῶν τραυματίαι πολλοί, καὶ ᾐχμαλώτισαν τὰς γυναῖκας αὐτῶν καὶ τὰ τέκνα αὐτῶν, καὶ ἐπρονόμενσαν αὐτούς, καὶ κατεκράτησαν τῆς γῆς αὐτῶν, καὶ καθεῖλον τὰ ἀχυρώματα αὐτῶν, καὶ ἐπρονόμευσαν αὐτούς καὶ κατεδουλώσαντο αὐτοὺς ἕως τῆς ἡμέρας ταύτης.

καὶ τὰς ἐπιλοίπους βασιλείας, καὶ τὰς νήσους, ὅσοι ποτὲ ἀνέστησαν αὐτοῖς, κατεφθειραν καὶ ἐδούλωσαν αὐτοῖς·

μετὰ δέ τῶν φίλων αὐτῶν καὶ τῶν ἐπαναπαυομένων αὐτοῖς συνετήρησαν αὐτοῖς φιλίαν, καὶ κατεκράτησαν τῶν βασιλειῶν τῶν ἐγγὺς καὶ τῶν μακράν· καὶ ὅσοι ἤκουσαν τὸ ὄνομα αὐτῶν ἐφοβοῦντο ἀπʼ αὐτῶν·

οἷς δʼ ἂν βούλωνται βοηθεῖν καὶ βασιλεύειν, βασιλεύσουσιν· οὓς δ᾿ ἃν βούλωνται, μεθιστῶσιν, καὶ ὑψώθησαν σφόδρα.

καὶ ἐν ἅποσιν τούτοις οὐκ ἐπέθεντο οὐδεὶς αὐτῶν διάδημα, καὶ οὐ περιεβάλοντο πορφύραν, ὥστε ἁδρυνθῆναι ἐν αὐτῇ.

καὶ βουλευτήριον ἐποίησαν ἑαυτοῖς, καὶ καθʼ ἡμέραν ἐβουλεύοντο τριακόσιοι καὶ εἴκοσι, βουλευόμενοι διὰ παντὸς περὶ τοῦ πλήθους, τοῦ εὐκοσμεῖν ἑαυτούς.

καὶ πιστεύουσιν ἑνὶ ἀνθρώπῳ ἄρχειν αὐτῶν κατʼ ἐνιαυτὸν καὶ κυριεύειν πάσης τῆς γῆς αὐτῶν, καὶ πάντες ἀκούουσιν τοῦ ἑνός, καὶ οὐκ ἔστιν φθόνος οὔτε ζῆλος ἐν αὐτοῖς.

Καὶ ἐπέλεξεν Ἰούδας τὸν Εὐπόλεμον υἱὸν Ἰωάννου τοῦ Ἁκχὼς καὶ Ἰάσονα υἱὸν Ἐλεαζάρου, καὶ ἀπέστειλεν αὐτοὺς εἰς Ῥώμην, στῆσαι αὐτοῖς φιλίαν καὶ συμμαχίαν,

καὶ τοῦ ἆραι τὸν ζυγὸν αὐτῶν, ὅτι ἴδον τὴν βασιλείαν τῶν Ἐλλήνων καταδουλουμένους τὸν Ἰσραὴλ δουλίαν.

καὶ ἐπορεύθησαν εἰς Ῥώμην, καὶ ἡ ὁδὸς πολλὴ σφόδρα· καὶ εἰσῆλθον εἰς τὸ βουλευτήριον, καὶ ἀπεκρίθησαν

Ἰούδας ὁ καὶ Μακκαβαῖος καὶ οἱ ἀδελφοὶ αὐτοῦ καὶ τὸ πλῆθος τῶν Ἰουδαίων απέστειλαν ἡμᾶς πρὸς ὑμᾶς, στῆσαι μεθʼ ὑμῶν συμμαχίαν καὶ [*](10 επεσο | U+05D0 | αιχμαλωτησαν V*| επρονομ. 1⁰] επρονομευσε | U+05D0* (-σαν U+05D0V U+05D0c.a) V) | κατεκρατησεν U+05D0* (-σαν U+05D0c.a) | om αυτων 4⁰ U+05D0* | (hab U+05D0c.a) | καθειλεν U+05D0* (-λον U+05D0c.a) 11 οσοι] οιU+05D0 | αντεστησαν V | αυτοις 1⁰] επ αυτους V | αυτοις 2⁰] αυτους U+05D0V 12 om αυτοις 2⁰ U+05D0V | φιλιαν] φιλιων A | βασιλεων U+05D0V | ηκουον U+05D0V 13 οις] οσοις V | βασιλευουσιν U+05D0V pr και U+05D0* (improb U+05D0c.ᵃ) 14 πασιν U+05D0V | ουδεις αυτων] αυτων ουδε εις U+05D0V | διαδημα] δημα sup ras Aᵃ (seq spat 1 lit) | και ου] ουδε U+05D0V | om εν αυτη U+05D0* (hab επ αυτη U+05D0c.a) 15 om και 2° V | βουλευομενοι] pr οι V | αυτους U+05D0 16 αρχει | sup ras Aa | om κυριευειν U+05D0* (habU+05D0c.ᵃ) | ουτε] ουδε U+05D0 17 επελεξατο U+05D0V | Ακκως U+05D0 Ιακκως V | Ιασωνα V | om αυτοις U+05D0* (hab U+05D0c.ᵃ) | 18 αυτων] pr απ U+05D0V | ιδον] ειδε | U+05D0 ειδον Vᵃ | δουλια U+05D0 δουλεια V 19 εισηλθοσαν U+05D0 | το βουλ.] om το V | απεκριθησαν] + και ειπον U+05D0V 20 om και 1° V | αυτου] αυτοι V* (-του Vᵃ) | απεστιλεν U+05D0)

626
[*](A) εἰρήνην, καὶ γραφῆναι ἡμᾶς συμμάχους καὶ φίλους ὑμῶν.