Machabaeorum i

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

καὶ ἤρεσεν ὁ λόγος ἐνώπιον αὐτῶν.

καὶ τοῦτο τὸ ἀντίγραφον τῆς γραφῆς ἧς ἀντέγραψαν ἐπὶ δέλτοις χαλκαῖς καὶ ἀπέστειλαν εἰς Ἰερουσαλὴμ εἶναι παρʼ αὐτοῖς ἐκεῖ μνημόσυνον εἰρήνης καὶ συμμαχίας

Καλῶς γένοιτο Ῥωμαίοις καὶ τῷ ἔθνει τῶν Ἰουδαίων ἐν τῇ θαλάσσῃ καὶ ἐπὶ τῆς ξηρᾶς εἰς τὸν αἰῶνα, καὶ ῥομφαία καὶ ἐχθρὸς μακρυχθείη ἀπʼ αὐτῶν.

ἐὰν δὲ ἐνστῇ πόλεμος Ῥώμῃ προτέρᾳ ἢ πᾶσι τοῖς συμμάχοις αὐτῶν ἐν πάσῃ κυρίᾳ αὐτῶν·

συμμαχήσει τὸ ἔθνος τῶν Ἰουδαίων, ὡς ἂν ὁ καιρὸς ὑπογραφῇ αὐτοῖς, καρδίᾳ πλήρει.

καὶ τοῖς πολεμοῦσιν οὐ δώσουσιν οὐδὲ ἐπαρκέσουσιν σῖτον, ὅπλα, ἀργύριον, πλοῖα, ὡς ἔδοξεν Ῥώμῃ· καὶ φυλάξονται τὰ φυλάγματα αὐτῶν οὐθὲν λαβόντες.

κατὰ τὰ αὐτὰ δέ, ἐὰν ἔθνει Ἰουδαίων συμβῇ προτέροις πόλεμος, συμμαχήσουσιν οἱ Ῥωμαῖοι ἐκ ψυχῆς, ὡς ἂν αὐτοῖς ὁ καιρὸς ὑπογράφῃ.

καὶ τοῖς συμμαχοῖσιν οὐ δοθήσεται σῖτος, ὅπλα, ἀργύριον, ὡς ἔδοξεν Ῥώμῃ· καὶ φυλάξονται τὰ φυλάγματα ταῦτα, καὶ οὐ μετὰ δόλου.

κατὰ τοὺς λόγους τούτους οὕτως ἔστησαν Ῥωμαῖοι τῷ δήμῳ τῶν Ἰουδαίων.

ἐὰν δὲ μετὰ τοὺς λόγους τούτους βουλεύσωνται οὗτοι καὶ οὗτοι προσθεῖναι ἢ ἀφελεῖν, ποιήσονται ἐξ αἰρέσεως αὐτῶν, καὶ ὃ ἐὰν προσθῶσιν ἢ ἀφέλωσιν ἔσται κύρια.

καὶ περὶ τῶν κακῶν ὧν ὁ βασιλεὺς Δημήτριος συντελεῖται εἰς αὐτούς, ἐγράψαμεν αὐτῷ λέγοντες Διὰ τί ἐβάρυνας τὸν ζυγόν σου ἐπὶ τοὺς φίλους ἡμῶν τοὺς συμμάχους Ἰουδαίους;

ἐὰν οὖν ἔτι ἐντύχωσιν κατὰ σοῦ, ποιήσομεν αὐτοῖς τὴν κρίσιν, καὶ πολεμήσομέν σε διὰ τῆς θαλάσσης καὶ διὰ τῆς ξηρᾶς.

Καὶ ἤκουσεν Δημήτριος ὅτι ἐποίησεν Νικάνωρ καὶ αἱ δυνάμεις αὐτοῦ πόλεμον, καὶ προσέθετο τὸν Βακχίδην καὶ τὸν Ἄλκιμον ἐκ δευτέρου ἀποστεῖλαι εἰς γῆν Ἰούδα, καὶ τὸ δεξιὸν κέρας μετʼ αὐτῶν.

καὶ ἐπορεύθησαν ὁδὸν τὴν εἰς Γάλγαλα, καὶ παρενεβάλοσαν ἐπὶ [*](U+05D0V)[*](20 ημας 2⁰] υμας V | υμων 2⁰] ημων U+05D0*V (υμ. U+05D0c.ᵃVᵃ) 21 ενωπιον] εναντιον U+05D0V 22 γραφης] επιστολης U+05D0 | δελτοις] δεκτοις A 23 των Ιουδαιων] om των U+05D0V 24 πασιν U+05D0 | κυρια] pr τη U+05D0 25 συμμα χηση V* (-σει Vᵃ) 26 om ου δωσουσιν U+05D0* (hab U+05D0c.a) | om ουδε επ. V | πλοιον U+05D0* (πλοια U+05D0c.a) + ουδε επαρκεσουσιν V | Ρωμη] Ρωμαιοις U+05D0c.a | συθεν] οθεν A ουδεν V 27 συνμααχησουσιν U+05D0 συμμαχησωσιν V 28 αργυριον] + πλοα U+05D0V |Ρωμη] Ρωμαιοις U+05D0 | και φυλαξονται] φυλασσουσιν U+05D0* (κ φυλαξωνται U+05D0c.a) 29 κατα τ. λ. τ. c praec coniunx V 30 βουλευσονται U+05D0V* | και 1⁰] η U+05D0V |ουτοι] τοι V | ποιησωνται U+05D0 | εαν 2⁰] αν U+05D0 | εσται· κυρια· (sic) A 31 om βασιλευς U+05D0* (hab U+05D0c.a) | αυτους] υμας U+05D0c.a V | συμμαχους] ημων U+05D0 32 ποιησωμεν V αυτοις] εαυτοις U+05D0 | σε] υπερ σου U+05D0* (σε U+05D0c.b) | δια της θαλασσης και bis scr U+05D0* (improb) δ.τ.θ.U+05D0¹ et και U+05D0c.a) IX 1 εποιησεν] επισεν U+05D0* (επεισ. U+05D0c.a) επεσεν V | αι δυναμεις] η δυναμις U+05D0V | πολεμω U+05D0 εν πολ. V 2 παρενεβαλον)

627
Μεσσαλὼθ τὴν ἐν Ἀρβήλοις, καὶ προκατελάβοντο αὐτήν. καὶ ἀπῶλεσεν [*](A) ψυχας ἀνθρώπων πολλάς.

καὶ τοῦ μηνὸς τοῦ πρώτου ἔτους δευτέρου καὶ πεντηκοστοῦ καὶ ἑκατοστοῦ παρενέβαλλον εἰς Ἰερουσαλήμ.

καὶ ἀπῆραν καὶ ἐπορεύθησαν εἰς Βερέαν ἐν εἴκοσι χιλιασιν ἀνδρῶν καὶ δισχιλιάσιν ἵππων.

καὶ Ἰούδας ἦν παρεμβεβληκὼς ἐν Ἀλασά, καὶ τρισχίλιοι ἄνδρες ἐκλεκτοὶ μετʼ αὐτοῦ.

καὶ ἴδον τὸ πλῆθος τῶν δυνάμεων, ὅτι πολλοί εἰσιν, καὶ ἐφοβήθησαν σφόδρα· καὶ ἐξερύησαν πολλοὶ ἀπὸ τῆς παρεμβολῆς, οὐ κατελείφθησαν ἐξ αὐτῶν ἀλλ᾿ ἢ ὀκτακόσιοι ἄνδρες.

καὶ ἴδεν Ἰούδας ὅτι ἀπερρύη ἡ παρεμβολὴ αὐτοῦ. καὶ ὁ πόλεμος ἔθλιβεν αὐτόν· καὶ συνετρίβη τῇ καρδίᾳ, ὅτι οὐκ εἶχεν καιρὸν συναγαγεῖν αὐτούς.

καὶ ἐξελύθη καὶ εἶπεν τοῖς καταλειφθεῖσιν Ἀναστῶμεν καὶ ἀναβῶμεν ἐπὶ τοὺς ὑπεναντίους ἡμῖν, ἐὰν ἄρα δυνώμεθα πολεμῆσαι αὐτούς.