Machabaeorum i

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

Οἱ παρὰ τοῦ βασιλέως ὅτε ἐδυσφήμησαν, ἐξῆλθεν ἄγγελός σου καὶ ἐπάταξεν ἐν αὐτοῖς ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδας.

οὕτως σύντριψον τὴν παρεμβολὴν ταύτην ἐνώπιον ἡμῶν σήμερον· καὶ γνώτωσαν οἱ ἐπίλοιποι ὅτι κακῶς ἐλάλησεν ἐπὶ τὰ ἅγιά σου, καὶ κρῖνον αὐτὸν κατὰ τὴν κακίαν αὐτοῦ.

καὶ συνῆψαν αἱ παρεμβολαὶ εἰς πόλεμον τῇ τρισκαιδεκάτῃ τοῦ μηνὸς Ἄδάρ, καὶ συνετρίβη ἡ παρεμβολὴ Νικάνορος· καὶ ἔπεσεν αὐτὸς πρῶτος ἐν τῷ πολέμῳ.

ὡς δὲ ἴδεν ἡ παρεμβολὴ αὐτοῦ ὅτι ἔπεσεν Νικάνωρ, ῥίψαντες τὰ ὅπλα αὐτῶν ἔφυγον.

καὶ κατεδίωκον αὐτοὺς ὁδὸν ἡμέρας μιᾶς ἀπὸ Ἀδασὰ ἕως τοῦ ἐλθεῖν εἰς Γαζηρά, καὶ ἐσάλπισαν ὀπίσω αὐτῶν ταῖς σάλπιγξιν τῶν σημασιῶν.

καὶ ἐξῆλθον ἐκ πασῶν τῶν κωμῶν τῆς Ἰουδαίας κυκλόθεν, καὶ [*](31 Χαρφαρσαραμα] Φαρσαλαμα U+05D0* Χαφαρσαλ. U+05D0¹V 32 επεσον U+05D0V | U+05D0V ως] ωσει U+05D0V | πεντακισχιλιοι (-λιους A])] πεντακοσιοι U+05D0 33 το ορος] om το U+05D0V εξηλθεν U+05D0 -θον V | προφερομενην U+05D0* (προσφ. U+05D0c.a) 35 εις χειρας μου το νυν U+05D0V | εμπυριω Vᵃ | εξηλθεν] εξηλθο ince U+05D0* (-λθεν U+05D01 ⁽ᵛⁱᵈ) | θυμου 2⁰] + μεγαλου U+05D0V 36 εκλαυσεν A | ειπον U+05D0V 37 αυτον] αυτου U+05D0 | του λαου V 38 om εν 1⁰ U+05D0 | ανθρωπω] ναω (sic) A | πεσετωσαν 39 παρ- ενεβαλεν U+05D0V | Βαιθωρων U+05D0V 40 παρεβενεν V* (-βαινεν Vᵃ) | om εν 1° V | ειπον U+05D0 (ειπεν U+05D0c.ᵃ) 41 αγγελος] pr ο U+05D0V | χιλιαδες A 42 συνε- τριψεν A 43 Αδερ V | επεσεν] επεπεσεν U+05D0 44 ειδεν U+05D0V br η U+05D0* (improb U+05D0¹) | om αυτων U+05D0* 45 μιας ημερας U+05D0 | εσαλπισαν] εσαλπιζον U+05D0V | σαλπιγξιν] σαλπιγγει A)

624
[*](A) ὑπερεκέρων αὐτοὺς· καὶ ἀνέστρεφον οὖτοι πρὸς τούτους, καὶ ἔπεσαν πάντες ῥομφαίᾳ, καὶ οὐ κατελείφθη ἐξ αὐτῶν οὐδὲ εἰς.

καὶ ἔλαβον τὰ σκῦλα καὶ τὴν προνομήν, καὶ τὴν κεφαλὴν Νικάνορος ἀφεῖλαν καὶ τὴν δεξιὰν αὐτοῦ, ἣν ἐξέτεινεν ὑπερηφάνως. καὶ ἤνεγκαν καὶ ἐξέτειναν παρὰ τὴν Ἰερουσαλήμ.

καὶ ηὐφράνθη ὁ λαὸς σφόδρα, καὶ ἤγαγον τὴν ἡμέραν ἐκείνην ἡμέραν εὐφροσύνης μεγάλην.

καὶ ἔστησαν τοῦ ἀγαγεῖν κατʼ ἐνιαυτὸν τὴν ἡμέραν ταύτην τῇ τρισκαιδεκάτῃ τοῦ Ἀδάρ.

καὶ ἡσύχασεν ἡ γῆ Ἰούδα ἡμέρας ὀλίγας.