Machabaeorum i

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

καὶ ἐσαλεύοντο πάντες οἱ ἀκούοντες φωνῆς πλήθους αὐτῶν καὶ ὁδοιπσορίας τοῦ πλήθους καὶ συνκρουσμοὺς τῶν ὅπλων· ἦν γὰρ ἡ παρεμβολὴ μεγάλη σφόδρα καὶ ἰσχυρά.

καὶ ἤγγισεν Ἰούδας καὶ ἡ παρεμβολὴ αὐτοῦ εἰς παράταξιν, καὶ ἔπεσαν ἀπὸ τῆς παρεμβολῆς τοῦ βασιλέως ἑξακόσιοι ἄνδρες.

καὶ εἶδεν Ἐλεαζὰρ ὁ Σαυαρὰν ἓν τῶν θηρίων τεθωρακισμένον θώραξιν βασιλικοῖς, καὶ ἦν ὑπεράγον πάντα τὰ θηρία, καὶ ὤφθη ὅτι ἐν αὐτῷ ἐστιν ὁ βασιλεύς.

καὶ ἔδωκεν ἑαυτὸν τοῦ σῶσαι τὸν λαὸν αὐτοῦ, καὶ περιποιῆσαι αὐτῷ ὄνομα αἰώνιον.

καὶ ἐπέδραμεν αὐτῷ θράσει εἰς μέσον τῆς φάλαγγος, καὶ ἐθανάτου δεξιὰ καὶ εὐώνυμα, καὶ ἐσχίζοντο ἀπʼ αὐτοῦ ἔνθα καὶ ἔνθα.

καὶ εἰσέδυ ὑπὸ τὸν ἐλέφαντα, καὶ ὑπέθηκεν αὐτῷ καὶ ἀνεῖλεν αὐτόν· καὶ ἔπεσεν ἐπὶ τὴν γῆν ἐπάνω αὐτοῦ, καὶ ἀπέθανεν ἐκεῖ

καὶ εἶδον τὴν ἰσχὺν τῆς βασιλείας καὶ τὰ ὁρμήματα τῶν δυνάμεων, καὶ ἐξέκλιναν ἀπʼ αὐτῶν.

Καὶ ἐκ τῆς παρεμβολῆς τοῦ βασιλέως ἀνέβεννον εἰς συνάντησιν αὐτῶν εἰς Ἰερουσαλήμ, καὶ παρενέβαλεν ὁ βασιλεὺς εἰς τὴν Ἰουδαίαν καὶ εἰς τὸ ὄρος Σιών.

καὶ ἐποίησεν μετὰ τῶν ἐκ Βεθσούρων· καὶ ἐξῆλθεν ἐκ τῆς πόλεως, ὅτι οὐκ ἦν αὐτοῖς ἐκεῖ διατροφὴ τοῦ συνκεκλεῖσθαι ἐν αὐτῇ, ὅτι σάββατον ἦν τῇ γῆ.

καὶ κατελάβετο ὁ βασιλεὺς τὴν Βεθσούραν, καὶ ἐπέταξεν ἐκεῖ φρουρὰν τηρεῖν αὐτήν.

καὶ παρενέβαλεν ἐπὶ τὸ ἁγίασμα ἡμέρας πολλάς, καὶ ἔστησεν ἐκεῖ βελοστάσεις καὶ μηχανὰς καὶ πυροβόλα καὶ λιθοβόλα καὶ σκορπίδια εἰς τὸ βάλλεσθαι βέλη καὶ σφενδόνας.

καὶ ἐποίησαν καὶ αὐτοὶ μηχανὰς πρὸς τὰς μηχανὰς αὐτῶν, καὶ ἐπολέμησαν ἡμέρας πολλάς.

[*](38 φαραγξιν V 39 χρυσας] + χαλκας και U+05D0* + κ χαλκας U+05D0c.a V | απ] U+05D0V υπ U+05D0* (απ U+05D0c.a) 39—40 om πυρος και εξεταθη μερος τι της U+05D0* (hab U+05D0c.ᵃ) 40 om υψηλα U+05D0* (hab U+05D0c.a, c.ᵇ) 41 φωνης] pr της U+05D0 | και συνκρουσμους] συνκρουσμου U+05D0*V (συγκρ.) και συνκρουσμου U+05D0c.a | om σφοδρα V 42 επε- σον U+05D0 43 Ελεαζαρος ο Αυραν (Αυαραν V) U+05D0V | υπεραγων U+05D0V |ωφθη] ωηθη U+05D0 44 αυτω] εαυτω U+05D0V 45 απεδραμεν U+05D0* (επεδρ. U+05D0¹) | |φα- ραγγος A | εθανατου | U+05D0c.a ⁽ᵛⁱᵈ) | δεξιαν U+05D0* (improb) ν U+05D0c.a) | απ] επ V 47 ειδον] ιδοντες U+05D0* (ιδεν correcturus erat U+05D0c.a) | των δυναμεων το ορμημα U+05D0 το ορμ. τ. δ. V | om και 3⁰ U+05D0 | εξεκλινεν U+05D0* (-ναν U+05D0c.a) 48 και 1⁰] οι δε U+05D0V | ανεβαινον U+05D0Vᵃ (αναβ. V*) 49 εποιησεν] + ειοηνην U+05D0V | Βαιθ- σουρων V | συνκεκλ.] εγκεκλ. V 50 Βαιθσουραν U+05D0V | επαταξῆν A 51 βελοστασιας U+05D0 | om και λιθοβολα V | βαλεσθαι V 52 om πολλας U+05D0V)
620
[*](A)

βρώματα δὲ οὐκ ἦν ἐν τοῖς ἁγίοις, διὰ τὸ ἕβδομον ἔτος εἶναι, καὶ οἱ ἀνασωζόμενοι εἰς τὴν Ἰουδαίαν ἀπὸ τῶν ἐθνῶν κατέφαγον τὸ ὑπόλιμμα τῆς παραθέσεως·

καὶ ὑπελείφθησαν ἐν τοῖς ἁγίοις ἄνδρες ὀλίγοι, ὅτι κατεκράτησεν αὐτῶν ὁ λιμός· καὶ ἐσκορπίσθησαν ἕκαστος εἰς τὸν τόπον αὐτοῦ.

Καὶ ἤκουσεν Λυσίας ὅτι Φίλιππος, ὃν κατέστησεν ὁ βασιλεὺς Ἀντίοχος ἔτι ζῶντος αὐτοῦ ἐκθρέψαι Ἀντίοχον τὸν υἱὸν αὐτοῦ εἰς τὸ βασιλεῦσαι αὐτόν,

ἀπέστρεψεν ἀπὸ τῆς Περσίδος καὶ Μηδίας, καὶ αἱ δυνάμεις αἱ πορευθεῖσαι τοῦ βασιλέως μετʼ αὐτοῦ, καὶ ὅτι ζητεῖ παραλαβεῖν τὰ τῶν πραγμάτων.

καὶ κατέσπευδον καὶ ἐπενύσσοντο τοῦ ἀπελθεῖν· καὶ εἶπεν πρὸς τὸν βασιλέα καὶ τοὺς ἡγεμόνας τῆς δυνάμεως καὶ τοὺς ἄνδρας Ἐκλείπομεν καθʼ ἡμέραν, καὶ ἡ τροφὴ ἡμῖν ὀλίγη, καὶ ὁ τόπος, οὗ παρεμβάλλομεν, ἐστὶν ὀχυρός, καὶ ἐπίκειται ἡμῖν τὰ τῆς βασιλείας.

νῦν οὖν δῶμεν δεξιὰν τοῖς ἀνθρώποις τούτοις, καὶ ποιήσωμεν μετʼ αὐτῶν εἰρήνην, καὶ μετὰ παντὸς ἔθνους αὐτῶν·

καὶ στήσωμεν αὐτοῖς τοῦ πορεύεσθαι τοῖς νομίμοις αὐτῶν, ὡς τὸ πρότερον· χάριν γὰρ τῶν νομίμων αὐτῶν, ὧν διεσκεδάσαμεν, ὠργίσθησαν καὶ ἐποίησαν ταῦτα πάντα.

καὶ ἤρεσεν ὁ λόγος ἐναντίον τοῦ βασιλέως καὶ τῶν ἀρχόντων, καὶ ἀπέστειλεν πρὸς αὐτοὺς εἰρηνεῦσαι, καὶ ἐπεδέξαντο.