Machabaeorum i

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

Καὶ ἦλθεν Ἀθηνόβιος φίλος τοῦ βασιλέως εἰς Ἰερουσαλήμ, καὶ εἶδεν τὴν δόξαν Σίμωνος καὶ κυλίκιον μετὰ χρυσωμάτων καὶ ἀργυρωμάτων καὶ παράστασιν ἱκανὴν· καὶ ἐξιστάτο, καὶ ἀπήγγειλεν αὐτοῖς τοὺς λόγους τοῦ βασιλέως.

καὶ ἀποκριθεὶς Σίμων εἶπεν αὐτῷ Οὔτε γῆν ἀλλοτρίαν εἰλήφαμεν, οὕτε ἀλλοτρίων κεκρατήκαμεν, ἀλλὰ τῆς κληρονομίας τῶν πατέρων ἡμῶν· ὑπὸ δέ ἐχθρῶν ἡμῶν ἀκρίτως ἔν τινι καιρῷ κατεκρατήθη.

ἡμεῖς δέ καιρὸν ἔχοντες ἀντεχόμεθα τῆς κληρονομίας ἡμῶν καὶ τῶν πατέρων ἡμῶν.

περὶ δὲ Ἰόππης καὶ Γαζαρηνῶν αἰτεῖς· αὗται ἐποίουν ἐν τῷ λαῷ πληγὴν μεγάλην καὶ τῇ γῇ ἡμῶν· τούτων δώσομεν τάλαντα ἑκατόν. καὶ υὐκ ἀπεκρίθη αὐτῷ λόγον.

ἀπέστρεψεν δὲ μετὰ θυμοῦ πρὸς τὸν βασιλέα, καὶ ἀπήγγειλεν αὐτῷ τοὺς λόγους τούτους καὶ τὴν δόξαν Σίμωνος καὶ πάντα ὅσα εἶδεν· καὶ ὠργίσθη ὁ βασιλεὺς ὀργὴν μεγάλην.

Γρύφων δὲ ἐμβὰς εἰς πλοῖον ἔφυγεν εἰς Ὀρθωσίαν.

καὶ κατέστησεν ὁ βασιλεὺς τὸν Κενδεβαῖον ἐπιστράτηγον τῆς παραλίας, καὶ δυνάμεις πεζικὰς καὶ ἱππικὰς ἔδωκεν αὐτῷ.

καὶ ἐνετείλατο αὐτῷ παρεμβάλλειν κατὰ πρόσωπον τῆς Ἰουδαίας· καὶ ἐνετείλατο αὐτῷ οἰκοδομῆσαι τὴν Κεδρὼν καὶ ὀχυρῶσαι τὰς πόλεις, καὶ ὅπως πολεμῇ τὸν λαόν· ὁ δὲ βασιλεὺς ἐδίωκε τὸν Τρύφωνα.

καὶ παρεγενήθη Κεωδεβαῖος εἰς Ἰαμνείαν, καὶ ἤρξατο τοῦ ἐρεθίζειν τὸν λαὸν καὶ ἐμβατεύειν εἰς τὴν Ἰουδαίαν καὶ αἰχμαλωτίζειν τὸν λαὸν καὶ φονεύειν.

καὶ ᾠκοδόμησεν τὴν Κεδρὼν· καὶ ἔταξεν ἐκεῖ ἱππεῖς καὶ δυνάμεις ὅπως ἐκπορευόμενοι ἐξοδεύωσιν τὰς ὁδοὺς τῆς Ἰουδαίας, καθὰ συνέταξεν αὐτῷ ὁ βασιλεύς.

Καὶ ἀνέβη Ἰωάννης ἐκ Γαζάρων, καὶ ἀπήγγειλεν Σίμωνι τῷ πατρὶ αὐτοῦ ἃ συνετέλει Κενδεβαῖος.

καὶ ἐκάλεσεν [*](31 παραγιν. Vvid εκπολεμησωμε U+05D0 -σομιν V 32 ηφιλος] pr ο U+05D0V | U+05D0V βασιλεως 1°] βασιλευσαιU+05D0* (-λεως U+05D0c.a) | ιδεν V* | om και 5° U+05D0* (hab U+05D0c.a) εξισταντο U+05D0* (-στατο U+05D0c.a,c.b) | απηγγειλαν U+05D0* (-λεν U+05D0c.a) V αυτοις] αυτω U+05D0V 33 υπο] απο V 34 αντεχομεσθα A | om ημων και U+05D0V 35 Γαζαρηνων] Γαζαρων ων U+05D0V αιτεις αυται sup ras Va vid τη γη] την χωραν U+05D0 | εκατον] ρ΄ U+05D0 36 απηγγιλαν U+05D0* (-λεν U+05D0c.a) οργημεγαληU+05D0 38 Κενδεβεον A om | και ιππ. V 39 παρεμβαλειν V την Κεδρων (Καιδρ. A)] om την U+05D0 | οχυρωσαι] οικοδομησαι U+05D0 | πολεις] πυλας U+05D0V | om και 4° U+05D0 πολεμησωσιν U+05D0 πολεμηση V | εδιωκεν V* 40 Ιαμνιαν U+05D0V εκβασσευειν U+05D0* (ενβατευειν U+05D0c.a) 41 Κεδρων U+05D0*] Κεδρω A Χεβρων U+05D0c.a,c.b | εταξεν] απεταξεν U+05D0 απεστειλεν V | δυναμιν V | εξοδευσουσιν U+05D0 -σωσιν V* | καθα] pr και U+05D0* (improb U+05D0c.a) | αυτω ο βασιλευς] κ ο βασ. U+05D0* (improb. κ U+05D0¹) ο βασ. αυτω U+05D0c.a XVI 1 παταρι] αδελφω U+05D0* (πρι U+05D01) συνετελει Κενδεβαιος] συνετελεσεν ΔεβαιοςU+05D0* συνετελεσεν Κενδεβαιος U+05D0c.a συνετελεκεν Δεβ. V)

660
[*](A) Σίμων τοὺς δύο υἱοὺς αὐτοῦ τοὺς πρεσβυτέρους Ἰούδαν καὶ Ἰωάννην, καὶ εἶπεν αὐτοῖς Ἐγὼ καὶ οἱ ἀδελφοί μου καὶ ὁ οἶκος τοῦ πατρός μου ἐπολεμήσαμεν τοὺς πολέμους Ἰσραὴλ ἀπὸ νεότητος ἕως τῆς σήμερον ἡμέρας, καὶ εὐοδώθη ἐν ταῖς χερσὶν ἡμῶν ῥύσασθαι τὸν Ἰσραὴλ πλεονάκις.

νῦν δὲ γεγήρακα, καὶ ὑμεῖς δὲ ἐν τῷ ἐλέει ἱκανοί ἐστε ἐν τοῖς ἔτεσιν· γίνεσθε ἀντʼ ἐμοῦ καὶ τοῦ ἀδελφοῦ μου, καὶ ἐξελθόντες ὑπερμαχεῖτε ὑπέρ τοῦ ἔθνους ἡμῶν, ἡ δὲ ἐκ τοῦ οὐρανοῦ βοήθεια ἤτω μεθʼ ὑμῶν.

καὶ ἐπέλεξεν ἐκ τῆς χώρας εἴκοσι χιλιάδας ἀνδρῶν πολεμιστῶν καὶ ἱππεῖς, καὶ ἐπορεύθησαν ἐπὶ τὸν Κενδεβαῖον, καὶ ἐκοιμήθησαν ἐν Μωδαείμ.

καὶ ἀναστάντες τὸ πρωὶ ἐπορεύοντο εἰς τὸ πεδίον· καὶ ἰδοὺ δύναμις πολλὴ εἰς συνάντησιν αὐτοῖς, πεζικοὶ καὶ ἱππεῖς, καὶ χειμάρρους ἦν ἀνὰ μέσον αὐτῶν.

καὶ παρενέβαλεν κατὰ πρόσωπον αὐτῶν αὐτὸς καὶ ὁ λαὸς αὐτοῦ· καὶ εἶδεν τὸν λαὸν δειλούμενον διαπερᾶσαι τὸν χειμάρρουν, καὶ διεπέρασεν πρῶτος· καὶ εἶδον αὐτὸν οἱ ἄνδρες, καὶ διεπέρασαν κατόπισθεν αὐτοῦ.

καὶ διεῖλεν τὸν λαὸν καὶ τοὺς ἱππεῖς ἐν μέσῳ τῶν πεζῶν· ἡ δὲ ἵππος τῶν ὑπεναντίων πολλὴ σφόδρα.

καὶ ἐσάλπισαν ταῖς σάλπιγξιν, καὶ ἐτροπώθη Κενδεβαῖος καὶ ἡ παρεμβολὴ αὐτοῦ, καὶ ἔπεσον ἐξ αὐτοῦ τραυματίαι πολλοί οἱ δὲ καταλειφθέντες ἔφυγον εἰς τὸ ὀχύρωμα.

τότε ἐτραυματίσθη Ἰούδας ὁ ἀδελφὸς Ἰωάννου· Ἰωάννης δέ κατεδίωξεν αὐτοὺς ἕως ἐλθεῖν εἰς Κεδρών, ἣν οἰκοδόμησεν.

καὶ ἔφυγον εἰς τοὺς πύργους τοὺς ἐν τῷ ἀγρῷ Ἀζώτου, καὶ ἐνεπύρισεν αὐτὴν ἐν πυρί καὶ ἕπεσαν ἐξ αὐτῶν εἰς ἄνδρας χιλίους, καὶ ἀπέστρεψεν εἰς τὴν Ἰουδαίαν μετʼ εἰρήνης.