Machabaeorum i

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

ἐπειδή τινες λοιμοὶ κατεκράτησαν τῆς βασιλείας τῶν πατέρων ἡμῶν, βουλεύομαι δὲ ἀντιποιήσασθαι τῆς βασιλείας, ὅπαως ἀποκαταστήσω αὐτὴν ὡς ἦν τὸ πρότερον· ἐξενολόγησα δὲ πλῆθος δυνάμεων καὶ κατεσκεύασα πλοῖα πολεμικά·

βούλομαι δὲ ἐκβῆναι κατὰ τὴν χώραν, ὅπως μετέλθω τοὺς κατεφθαρκότας τὴν χώραν ἡμῶν καὶ τοὺς ἠρημωκότας πόλεις πολλὰς ἐν τῇ βασιλεία·

νῦν οὗν ἵστημί σοι πάντα τὰ ἀφαιρέματα ἃ ἀφῆκάν σοι [*](U+05D0V)[*](42 δι αυτου] αυτους U+05D0 43 ακουηται] ακουονται U+05D0 | γραφονται U+05D0*V* (-φωνται U+05D0c.aVa πασαι] + αι U+05D0c.a (postea improb) συγγραφαι] συνγραφαι αι U+05D0 | περιβαληται U+05D0V 44 εξεστιν (-τι A)] εξεσιαι U+05D0V | ουδενι] συθεν U+05D0* (ουδενι U+05D0c.a,c.b) ουθενι V επισυστρεψαι] επιστρεφοι U+05D0V | περιβαλεσθαι U+05D0* (-βαλεσθαι U+05D0c.a) 46 ηυδοκ. V (item 47) Σιμωνα U+05D0 47 αρχιερατευειν U+05D0V αρχιερευσαι A* (αρχιερατευσαι A¹) προσστησαι U+05D0* (προστατ. U+05D0c.a) 48 ειπον U+05D0V στησαι] θησοι A περιβολων A*vid (-λω A?) | πιστω] επι- σημω U+05D0V XV 1 Αντιωχος U+05D0* (Αντιοχ. U+05D0c.a) υιος] pr ο U+05D0c.a | Σιμων U+05D0* (-νι U+05D0c.a) εθναρ θναρχη U+05D0* (ras θναρ U+05D0?) 2 τροπον] τοπον A (superscr ρ Aᵃ) 3 επειδη] επι U+05D0 επει V βουλευομαι] βουλομαι U+05D0V | το προτερον ως ην U+05D0 | εξενολογησα δε] και εξενολογησα U+05D0* (εξενολογησα δε U+05D0c.a) κατεσκευασαν U+05D0* (-σα U+05D0c.a) 4 βασιλεια] μου U+05D0V 5 αφαιρε- ματα 1°] αφεματα U+05D0* (αφερεμ. U+05D0c.a) V α αφηκαν] αφηκαν U+05D0* (α αφ. U+05D0¹))

657
οἱ πρὸ ἐμοῦ βασιλεῖς, καὶ ὅσα ἄλλα ἀφαιρέματα ἀφῆκάν σοι

ποιῆσαι [*](A) κόμμα ἴδιον νόμισμα τῆς χώρας σου·

Ἰερουσαλὴμ δέ καὶ τὰ ἅγια εἶναι ἐλεύθερα· καὶ πάντα τὰ ὅπλα ὅσα κατεσκεύασας, καὶ τὰ ὀχυρώματα ἃ ᾠκοδόμησας, ὅν κρατεῖς, μενέτω σοι.

καὶ πᾶν ὀφείλημα βασιλικὸν καὶ τὰ ἐσόμενα βασιλικά, ἀπὸ τοῦ νῦν καὶ εἰς τὸν ἅπαντα χρόνον, ἀφιέσθω σοι.

ὡς δʼ ἃν καταστήσωμεν τὴν βασιλείαν ἡμῶν, δοξάσωμέν σε καὶ τὸ ἔθνος σου καὶ τὸ ἱερὸν δόξῃ μεγάλῃ, ὥστε φανερὰν γενέσθαι τὴν δόξαν ὑμῶν ἐν πάσῃ τῇ ῆ.

Ἔτους τετάρτου καὶ ἑβδομηκοστοῦ καὶ ἑκατοστοῦ ἐξῆλθεν Ἀντίοχος εἰς τὴν γῆν τῶν πατέρων αὐτοῦ, καὶ συνῆλθον πρὸς αὐτὸν πᾶσαι αἱ δυνάμεις, ὥστε ὀλίγους εἶναι σὺν Τρύφωνι.

καὶ ἐδίωξεν αὐτὸν Ἀντίοχος ὁ βασιλεύς, καὶ ἦλθεν εἰς Δωρὰ φεύγων τὴν ἐπὶ τὴν θάλασσαν.

ᾔδει γὰρ ὅτι ἐπισυνῆκται ἐπʼ αὐτὸν κακά, καὶ ἀφῆκαν αὐτὸν αἱ δυνάμεις.

καὶ παρενέβαλεν Ἀντίοχος ἐπὶ Δωρά, καὶ σὺν αὐτῷ δώδεκα μυριάδες ἀνδρῶν πολεμιστῶν καὶ ὀκτακισχιλία ἵππος.

καὶ ἐκύκλωσεν τὴν πόλιν, καὶ τὰ πλοῖα ἀπὸ θαλάσσης συνῆψαν· καὶ συνέθλιβεν τὴν πόλιν ἀπὸ τῆς γῆς καὶ ἀπὸ τῆς θαλάσσης, καὶ οὐκ εἴασεν οὐδένα ἐκπορεύεσθαι καὶ εἰσπορεύεσθαι.

Καὶ ἦλθεν Νουμήνιος καὶ οἱ παρʼ αὐτοῦ ἐκ Ῥώμης ἔχοντες ἐπιστολὰς τοῖς βασιλεῦσι καὶ ταῖς χώραις, ἐν αἷς ἐγέγραπτο τάδε