Machabaeorum i

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

καὶ εἵ τινες ἐπιτήδειοι ὑμῶν γραφῆναι εἰς τοὺς περὶ ἡμᾶς, ἐνγραφέσθωσαν, καὶ γινέσθω ἀνὰ μέσον ἡμῶν εἰρήνη.

Ἔτους ἑκατοστοῦ ἑβδομηκοστοῦ ἤρθη ὁ ζυγὸς τῶν ἐθνῶν ἀπὸ τοῦ Ἰσραήλ.

καὶ ἤρξατο ὁ λαὸς Ἰσραὴλ γράφειν ἐν ταῖς συνγραφαῖς καὶ συναλλάγμασιν Ἔτους πρώτου ἐπὶ Σίμωνος ἀρχιερέως μεγάλου καὶ στρατηγοῦ καὶ ἡγουμένου Ἰουδαίων.

Ἐν ταῖς ἡμέραις ἐκείναις παρενέβαλεν ἐπὶ Γάζαν, καὶ ἐκύκλωσεν αὐτὴν παρεμβολαῖς, καὶ ἐποίησεν ἑλέπολιν καὶ προσήγαγεν τῇ πόλει, καὶ ἐπάταξεν πύργον ἕνα, καὶ κατελάβετο.

καὶ ἐξήλλοντο οἱ ἐν τῇ ἑλεπόλει εἰς τὴν πόλιν, καὶ ἐγένετο κίνημα μέγα ἐν τῇ πόλει.

καὶ ἀνέβησαν οἱ ἐν τῇ πόλει σὺν ταῖς γυναιξὶ καὶ τοῖς τέκνοις ἐπὶ τὸ τεῖχος διερρηχότες τὰ ἱμάτια αὐτῶν, καὶ ἐβόησαν φωνῇ μεγάλῃ ἀξιοῦντες Σίμωνα δεξιὰς αὐτοῖς δοῦναι.

καὶ εἶπαν Μὴ ἡμῖν χρήσῃ κατὰ τὰς πονηρίας ἡμῶν, ἀλλὰ κατὰ τὸ ἔλεὸς σου.

καὶ συνελύθη αὐτοῖς Σίμων, καὶ οὐκ ἐπολέμησεν αὐτούς· καὶ ἐξέβαλεν αὐτοὺς ἐκ τῆς πόλεως, καὶ ἐκαθέρισεν τὰς οἰκίας ἐν αἷς ἦν τὰ εἴδωλα, καὶ οὕτως εἰσῆλθεν εἰς αὐτὴν ὑμνῶν καὶ εὐλογῶν.

καὶ ἐξέβαλεν ἐξ αὐτῆς πᾶσαν ἀκαθαρσίαν, καὶ κατοίκισεν ἐν αὐτῇ ἄνδρας οἵτινες τὸν νόμον ποιοῦσιν· καὶ προσοχύρώσεν αὐτήν, καὶ ᾠκοδόμησεν ἑαυτῷ ἐν αὐτῇ οἴκησιν.

Οἰ δὲ ἐκ τῆς ἄκρας ἐν Ἰερουσαλὴμ ἐκωλύοντο ἐκπορεύεσθαι εἰς τὴν χώραν καὶ [*](37 βαιν] βαινην U+05D0 | αφεματα] pr τα U+05D0V 38 ωκοδομησατε] οικοδομηκατε U+05D0V U+05D0V* 39 αφ. δε] και αφ. V | om υμιν U+05D0V | αγν.] pr τα V | οφειλ. Vᵃ τελωνισθηθω Vᵃ 40 γινεσθω] γινεσθω αν U+05D0* γινεσθωσαν U+05D01? (postea ras σαν U+05D0?) 41 εκατοστου εβδομηκοστοθ] ο΄ και εκατοστου U+05D0 εβδ. κ. εκατ. V 42 om Ισραηλ U+05D0V | συγγρ. V | συναλλαγματα U+05D0 | πρωιου (-τους A)] α΄ U+05D0 | στρατηγου] + με U+05D0* (improb U+05D0¹) 43 παρενεβαλλεν ελεπολιν U+05D0 (-λεις V)] om A | επαταξαν V 44 εξειλοντο Vᵃ | ελεοπολει U+05D0V πολει A | μεγα εν τη πολει] εν τη π. μ. U+05D0V 45 ταις γυναιξι (-ξιν V*)] om ταις U+05D0 | om αξιουντες U+05D0* (hab U+05D0c.a) | Σειμωνα U+05D0 | δεξιας] δει ϊδιας U+05D0* (δεξιας U+05D0c.a,c.b) 46 ειπον V | ημιν] ημην (sic) A*(salt) 47 om αυτοις U+05D0* (hab U+05D0c.a) | εκ] εξω U+05D0 | εκαθαρισεν U+05D0: item 50 | ευλογων] + τον θν V 48 και 1°] ӄ | και U+05D0* (ras ӄ U+05D0?) | κατωκησεν V* ποιησωσῑ| U+05D0 ποιησουσιν V προσωχυρωσεν U+05D0Va om αυτην V | και ωκοδομησεν] δικαιιωκοδ, U+05D0* (και ωκοδ. U+05D0¹) improb vid και U+05D0c sed puncta ras U+05D0? 49 εν Ιερουσαλημ] pr οι U+05D0 | εκπορευεσθαι] +και εισπορευεσθαι U+05D0V | om και 1° U+05D0)

652
[*](A) ἀγοράζειν καὶ πωλεῖν· καὶ ἐπείνασαν σφόδρα, καὶ ἀπώλοντο ἐξ αὐτῶν ἱκανοὶ τῇ λιμῷ.

καὶ ἐβόησαν πρὸς Σίμωνα δεξιὰς λαβεῖν, καὶ ἔδωκεν αὐτοῖς, καὶ ἐξέβαλεν αὐτοὺς ἐκεῖθεν, καὶ ἐκαθέρισεν τὴν ἄκραν ἀπὸ τῶν μιασμάτων.

καὶ εἰσῆλθεν εἰς αὐτὴν τῇ τρίτῃ καὶ εἰκάδι τοῦ δευτέρου μηνὸς ἔτους ἑνὸς καὶ ἑβδομηκοστοῦ καὶ ἑκατοστοῦ μετὰ αἰνέσεως καὶ βαίων καὶ ἐν κινύραις καὶ ἐν κυμβάλοις καὶ ἐν νάβλαις καὶ ἐν ὕμνοις καὶ ἐν ᾠδαῖς, ὅτι συνετρίβη ἐχθρὸς μέγας ἐξ Ἰσραήλ·

καὶ ἔστησεν κατʼ ἐνιαυτὸν τοῦ ἄγειν τὴν ἡμέραν ταύτην. καὶ προσωχύρωσεν τὸ ὄρος τοῦ ἱεροῦ τὸ παρὰ τὴν ἄκραν, καὶ ᾤκει ἐκεῖ αὐτὸς καὶ οἱ παρʼ αὐτοῦ.