Machabaeorum i

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

Περὶ ἀργυρίου οὗ ὥφειλεν Ἰωναθὰν ἀδελφός σου εἰς τὸ βασιλικόν, δι᾿ ἃς εἶχεν χρείας. συνέχομεν αὐτόν.

καὶ νῦν ἀπόστειλον ἀργυρίου ἑκατὸν τάλαντα καὶ δύο τῶν υἱῶν αὐτοῦ ὅμηρα, ὅπως μὴ ἀφεθεὶς ἀποστατήσει ἀφʼ ἡμῶν, καὶ ἀφήσομεν αὐτόν.

καὶ ἔγνω Σίμων ὅτι δόλῳ λαλοῦσιν πρὸς αὐτόν, καὶ πέμπει τὸ ἀργύριον καὶ τὰ παιδάρια, καὶ μὴ ποτε ἔχθραν ἄρῃ μεγάλην πρὸς τὸν λαόν,

λέγοντες Ὅτι οὐκ ἀπέστειλα αὐτῷ τὸ ἀργύριον καὶ τὰ παι- δάρια, ἀπώλετο·

καὶ ἀπέστειλεν τὰ παιδάρια καὶ τὰ ἑκατὸν τάλαντα· καὶ διεψεύσατο, καὶ οὐκ ἀφῆκεν τὸν Ἰωναθάν.

καὶ μετὰ ταῦτα ἦλθεν Τρύφων τοῦ ἐμβατεῦσαι εἰς τὴν πόλιν καὶ ἐκτρίψαι αὐτήν, καὶ ἐκύλωσεν ὁδὸν τὴν εἰς Ἀδωρά· καὶ Σίμων καὶ ἡ παρεμβολὴ αὐτοῦ ἀντιπαρῆγεν αὐτῷ εἰς πάντα τόπον οὗ ἐπορεύετο.

οἱ δὲ ἐκ τῆς ἄκρας ἀπέστελλον πρεσβευτὰς καὶ κατασπεύδοντας αὐτὸν τοῦ ἐλθεῖν [*](6 om περι 3° U+05D0V των τεκνων ημων] τεκν. υμων U+05D0V συνηχθησαν] U+05D0V incep συνε U+05D0* (συνηχθ. U+05D0c.a,c.b) 7 αυτου] αμα του U+05D0V 8 Ιωδου A Ιουδα V Ιωναθαν Vᵃ; item 14 9 om ημων V εαν] αν U+05D0V 10 εταχυναν V + αυτου V | οχυρωσεν (οχ sup ras Aᵃ?)] ωχυρωσεν U+05D0V κυκλω V 11 μετ αυτου] συν αυτω V Ιοππη A εν αυτη οντας] οντας εκει U+05D0V om εκει U+05D0* (hab U+05D0c.a) V om εν 2° V 12 εισελθειν] ελθειν U+05D0V 13 Αδειωαις U+05D0* (Αδειδ. U+05D0c.a) Αδιμοις V 14 om εις U+05D0V 15 αδελφος] pr ο U+05D0Vvid συνειχομεν U+05D0 16 νυν] ν 1° sup ras Aa ταλ. ρ΄ U+05D0 ταλ. εκατον V αποστατηση U+05D0Va -σει V* 17 εγνω] pr ουκ V | πεμπει] + του λαβειν U+05D0V om και 4° U+05D0V 18 επεστειλα U+05D0* (απεστ. U+05D0c.a,c.b) 18 19 om απωλετο και απεστειλεν τα παιδαρια U+05D0 19 εκατον] ρ΄ U+05D0 20 Τρυφων] + νυν U+05D0* (improb U+05D0c.a) πολιν] χωραν U+05D0V | εκυκλωσαν U+05D0V αντιπαρηγαγεν U+05D0 | ου] + αν U+05D0V 21 απεστελλον] + προς Τρυφωνα U+05D0V om και 1° U+05D0)

650
[*](A) πρὸς αὐτὸν διὰ τῆς ἐρήμου καὶ ἀποστεῖλαι αὐτοῖς τροφάς.

καὶ ἡτοίμασεν Τρύφων πᾶσαν τὴν ἵππον αὐτοῦ ἐλθεῖν· καὶ ἐν τῇ νυκτὶ ἐκείνῃ ἤν χιὼν πολλὴ σφόδρα, καὶ οὐκ ἦλθεν διὰ τὴν χιόνα· καὶ ἀπῆρεν καὶ ἦλθεν εἰς τὴν Γαλααδῖτιν.

ὡς δὲ ἤγγισεν τῆς Βασκαμά, ἀπέκτεινεν τὸν Ἰωναθάν, καὶ ἐτάφη ἐκεῖ

καὶ ἐπέστρεψεν Τρύφων καὶ ἀπῆλθεν εἰς τὴν γῆν αὐτοῦ.

Καὶ ἀπέστειλεν Σίμων, καὶ ἔλαβεν τὰ ὀστᾶ Ἰωναθὰν τοῦ ἀδελφοῦ αὐτοῦ, καὶ ἔθαψεν αὐτὸν ἐν Μωδεείμ πόλει τῶν πατέρων αὐτοῦ.

καὶ ἐκόψαντο αὐτὸν πᾶς Ἰσραὴλ κοπετὸν μέγαν, καὶ ἐπένθησαν αὐτὸν ἡμέρας πολλάς.

καὶ ᾠκοδόμησεν Σίμων ἐπὶ τὸν τάφον τοῦ πατρὸς αὐτοῦ καὶ τῶν ἀδελφῶν αὐτοῦ, καὶ ὕψωσεν αὐτὸν τῇ ὁράσει λίθῳ ξυστῷ ἐκ τῶν ὄπισθεν καὶ ἐκ τῶν ἔμπροσθεν.