Machabaeorum i

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

ὡς δὲ ἔδυ ὁ ἥλιος, ἐπέταξεν Ἰωναθὰν τοῖς παρʼ αὐτοῦ γρηγορεῖν καὶ εἶναι ἐπὶ τοῖς ὅπλαις, ἑτοιμάζεσθαι εἰς πόλεμον δι᾿ ὅλης τῆς νυκτός· καὶ ἐξέβαλεν προφύλακας κύκλῳ τῆς παρεμβολῆς.

καὶ ἤκουσαν οἱ ὑπεναντίοι ὅτι ἡτοίμασται Ἰωναθὰν καὶ οἱ παρʼ αὐτοῦ εἰς πόλεμον, καὶ ἐφοβήθησαν καὶ ἔπτηξαν τὴν καρδίαν αὐτῶν, καὶ ἀνέκαυσαν πυρὰς ἐν τῇ παρεμβολῇ αὐτῶν.

Ἰωναθὰν δὲ καὶ οἱ παρʼ αὐτοῦ οὐκ ἔγνωσαν ἕως πρωί ἔβλεπον γὰρ τὰ φῶτα καιόμενα.

καὶ κατεδίωξεν ὀπίσω αὐτῶν, καὶ οὐκ ἐκατελαβεν αὐτούς, διέβησαν γὰρ τὸν Ἐλεύθερον ποταμόν.

καὶ ἐξέκλινεν Ἰωναθὰν ἐπὶ τοὺς Ἄραβας τοὺς καλουμένους Ζαβαδαίους, καὶ ἐπάταξεν αὐτούς, καὶ ἔλαβεν τὰ σκῦλα αὐτῶν.

καὶ ἀναζεύξας ᾖλθεν εἰς Δαμασκόν, καὶ διώδευσεν ἐν πάσῃ τῇ χώρᾳ.

καὶ Σίμων ἐξῆλθεν καὶ διώδευσεν ἕως Ἀσκάλωνος, καὶ τὰ πλησίον ὀχυρώματα, καὶ ἐξέκλινεν εἰς Ἰόππην καὶ προκατελάβετο αὐτήν.

ἤκουσεν γὰρ ὅτι βούλονται τὸ ὀχύρωμα παραδοῦναι τοῖς παρὰ Δημητρίου, καὶ ἔθετο ἐκεῖ φρουράν, ὅπως φυλάσσωσιν αὐτήν.

Καὶ ἐπέστρεψεν Ἰωναθὰν καὶ 'ξεκκλησίασεν τοὺς [*](U+05D0V)[*](19 om ων A* απεστειλεν U+05D0c.a 19 20 Ονεια Αρης] Ονια Αρης U+05D0* vid νιαρης U+05D0c.a vid V* Ονειαρης Avid 20 Ονεια] incep ν U+05D0* (improb U+05D01(fort) postea ras) Ονια V χαιρων (sine interpunct) A 21 εισιν αδελφοι U+05D0V εκ γενους] εγγενους A 22 incep νυν αυν V* (ν. αφ ου V¹) 23 ημεις] υμεις U+05D0* (ημ. U+05D0c.a) αντιγραφομεν] incep αντιγραφον (-φομεν U+05D0c.a (vid) | υμων 1°] ημων V υμων 2°] ημων V¹ ημν] υμιν V ημων υμιν] υμων ημιν V τα αυτα] ταυτα U+05D0V 24 οι αρχοντες] om οι U+05D0* (hab U+05D0c.a) | πολεμησαι] πορευθηναι V 25 Αμαθειτιν (θιτην V* -θὶ τὴν Va) χωραν] χ. Αμαθιτιν U+05D0 27 της ν.] om της V 26 παρ] πατερες U+05D0 | τη καρδια U+05D0V | om ουτων 1° V 30 κατεδιωξαν A κατεδιωξεν Ιωναθαν U+05D0V ουκατελαβεναU+05D0V 31 ΖαβαδεουςeU+05D0A 32 τη χωρα] om τη U+05D0V 33 εξεκλιναν V 34 ηκουσαν V ηβουλοντο V)

647
πρεσβυτέρους τοῦ λαοῦ, καὶ ἐβουλεύσατο μετʼ αὐτῶν τοῦ οἰκοδομῆσαι [*](A) ὀχυρώματα ἐν τῇ Ἰουδαία,

καὶ προσυψῶσαι τὰ τείχη Ἰερουσαλήμ, καὶ ὑψῶσαι ὕψος μέγα ἀνὰ μέσον τῆς ἄκρας καὶ τῆς πόλεως εἰς τὸ διαχωρίσαι αὐτὴν τῆς πόλεως, ἵνα ἡ αὕτη κατὰ μόνας, ὅπως μήτε ἀγοράζωσιν μήτε πωλῶσιν.

καὶ συνήχθησαν τοῦ οἰκοδομεῖν, καὶ ἔπεσεν τοῦ τείχους τοῦ χειμάρρου τοῦ ἐξ ἀπηλιώτου, καὶ ἐπεσκεύασεν τὸ καλούμενον Χαφεναθά.

καὶ Σίμων ᾠκοδόμησεν τὴν Ἁδιδὰ ἐν τῆ σεφηλά, καὶ ὠχύρωσεν θύρας καὶ μοχλούς.

Καὶ ἐζήτησεν Τρύφων βασιλεῦσαι τῆς Ἀσίας καὶ περιθέσθαι τὸ διάδημα καὶ ἐκτεῖναι χεῖρας ἐπὶ Ἀντίοχον τὸν βασιλέα.

καὶ ηὐλαβήθη μή ποτε οὐκ ἐάσῃ αὐτὸν Ἰωναθὰν καὶ μὴ ποτε πολεμήσῃ πρὸς αὐτόν, καὶ ἐζήτει πόρον τοῦ συλλαββεῖν αὐτὸν τοῦ ἀποκτεῖναι· καὶ ἀπάρας ἦλθεν εἰς Βεθσά.

καὶ ἐξῆλθεν Ἰωναθὰν εἰς ἀπάντησιν αὐτῷ ἐν τεσσεράκοντα χιλιάσιν ἀνδρῶν ἐπιλελεγμέναις εἰς παράταξιν, καὶ ἦλθεν εἰς Βεθσά.

καὶ εἶδεν Τρύφων ὅτι πάρεστιν μετὰ δυνάμεως πολλῆς, καὶ ἐκτεῖναι χεῖρας ἐπʼ αὐτὸν ηὐλαβήθη.

καὶ ἐπεδέξατο αὐτὸν ἐνδόξως, καὶ συνέστησεν αὐτὸν πᾶσιν τοῖς φίλοις αὐτοῦ, καὶ ἔδωκεν αὐτῷ δόματα, καὶ ἐπέταξεν τοῖς φίλοις αὐτοῦ καὶ ταῖς δυνάμεσιν αὐτοῦ ὑπακούειν αὐτῷ ὡσαύτως.

καὶ εἶπεν τῷ Ἰωναθάν Ἵνα τί ἔκοψας πάντα τὸν λαὸν τοῦτον πολέμου μὴ ἐνεστηκότος ἡμῖν;

καὶ νῦν ἀπόστειλον αὐτοὺς εἰς τοὺς οἴκους αὐτῶν, ἐπίλεξον δέ σεαυτῷ ἄνδρας ὀλίγους οἴτιωες ἔσονται μετὰ σοῦ· καὶ δεῦρο μετʼ ἐμοῦ εἰς Πτολεμαίδα, καὶ παραδώσω σοι αὐτὴν καὶ τὰ λοιπὰ ὀχυρώματα καὶ τὰς δυνάμεις τὰς πολλὰς καὶ πάντας τοὺς ἐπὶ τῶν χρειῶν, καὶ ἐπιστρέψας ἀπελεύσομαι· τούτου γὰρ χάριν πάρειμι.

καὶ ἐμπιστεύσας αὐτῷ ἐποίησεν [*](35 εβουλευετο U+05D0V οχυρωμασιν V* (-τα V¹) 36 υψος μεγα] μεως (sic) U+05D0V μεγαν U+05D0* υψος μεγαν U+05D0c.a om εις το δια χωρισαι (-ρησαι A) αυτην της πολεως U+05D0* (hab U+05D0c.a) om οπως μητε αγοραζωσιν μητε πωλωσιν U+05D0* hab οπως μ. αγορασωσιν μ. πωλησωσν U+05D0c.a) αγορασωσιν V 37 του (τω U+05D0* του U+05D0c.b) οικοδομειν] +την πολῑl U+05D0 + πολεις V επεπεσαν U+05D0 επεπεσεν V τειχους] χειους U+05D0* (τειχ. U+05D0c.a,c.b) επεσκιασαν V τον καλ. U+05D0 38 οικοδομησεν U+05D0 | Αδιδα] Αδειδα U+05D0 super A et α puncta posuit A?vid σεφηλα] + πεδινη U+05D0* (improb U+05D0c.a,c.b) V ωχυρωσεν] + αυτην και επεστησεν U+05D0V 39 εκτειναι χειρας] εξετεινε] την χειρα U+05D0 | επι] επ U+05D0V 40 ευλαβηθη U+05D0V εασει V* πολεμησει V* om πορον U+05D0 | του συλλαβειν] om του U+05D0V του 2°] και V αποκτεινοι] απολεσοι U+05D0V απαρας ηλθεν] παρεισηλθεν V Βαιθσαν U+05D0V 41 αυτου V* | τεσσερακοντα] μ΄ U+05D0 | επιλελεγμενων U+05D0c.a -ναι A 42 ιδεν V* | παρεστιν] ηλθεν U+05D0 | om και 2° U+05D0V αυτον] αυτην U+05D0c.a (-τον rurs U+05D0c.b) ηυλαβηθη (ευλ. U+05D0V)] pr και U+05D0c.aVᵃ 43 ενδοξως] ευλογως U+05D0* (ενδ. U+05D0c.a) | συνεταξεν U+05D0* (συνεστ. U+05D0c.a) συνηντησεν V πασι V om και εδωκεν αυτω δοματα και επεταξεν τοις φιλοις αυτου U+05D0* (hab U+05D0c.a) V αυτω 2°] αυτου U+05D0* (-τω U+05D0c.a) V ωσαυτως] ως αυτου U+05D0V 44 εκοψας] εκοπωσας V om πανια U+05D0V μη ενεστηκοτος ημιν πολεμου U+05D0 45 επιλεξαι U+05D0V πολλας] λοιπας U+05D0V)

648
[*](A) καθὼς εἶπεν, καὶ ἐξαπέστειλεν τὰς δυνάμεις, καὶ ἀπῆλθον εἰς γῆν Ἰούδα.