Machabaeorum i

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

ἔχομεν γὰρ τὴν ἐξ οὐρανῶν βοηθίαν βοηθοῦσαν ἡμῖν, καὶ ἐρύσθημεν ἀπὸ τῶν ἐχθρῶν ἡμῶν, καὶ ἐταπεινώθησαν οἱ ἐχθροὶ ἡμῶν.

ἐπελέξαμεν οὗν Νουμήνιον Ἀντιόχου καὶ Ἀντίπατρον Ἰάσονος, καὶ ἀπεστάλκαμεν πρὸς Ῥωμαίους ἀνανεώσασθαι τὴν πρὸς αὐτοὺς φιλίαν καὶ συμμαχίαν τὴν πρότερον.

ἐνετειλάμεθα οὖν αὐτοῖς καὶ πρὸς ὑμᾶς πορευθῆναι καὶ ἀσπάσασθαι ὑμᾶς, καὶ ἀποδοῦναι ὑμῖν τὰς παρʼ ἡμῶν ἐπιστολὰς περὶ τῆς ἀνανεώσεως καὶ τῆς ἀδελφότητος ἡμῶν.

καὶ νῦν καλῶς ποιήσετε ἀντιφωνήσαντες ἡμῖν πρὸς ταῦτα.

Καὶ τοῦτο τὸ [*](3 απεστιλεν U+05D0 | αυτοις] εαυτοις U+05D0V 5 αντιγραφον] pr το U+05D0V τοι- U+05D0V σπαρτιαταις A 6 αρχ.] pr ο V και η γερουσια του εθνους U+05D0V | Σπαρ- τιαταις] Σπαρτιαις A 7 ετι] επι (? επει) U+05D0c.a αρχιερεαν Δαριου (? δ Αριου U+05D0ΑV* ως] ω U+05D0* (ως U+05D0c.a) 8 απεδεξατο U+05D0c.a) Ονιας] pr ο U+05D0 | διε- σαφησατο V 9 om και U+05D0 | om τα 3⁰ V 11 εν 2°] + τεU+05D0 om εν 3ι° U+05D0 | μνησκομεθα U+05D0 | υμῶν] ημων V θυσιαν U+05D0V 13 om πολλαι θλ. κ. πολ. V 14 εβουλ. V παρενοχλησαι U+05D0V 15 ουρανου U+05D0 | βοηθειαν V ερρυσθημεν U+05D0Vᵃ om ημων 1° U+05D0V¹ (repos V¹?a?) 16 Ιασωνος V 17 υμιν] ημιν V 18 ποιhσετε (U+05D0V -ται)] εποιησατε A)

646
[*](A) ἀντίγραφον τῶν ἐπιστολῶν ὧν ἀπέστειλαν Ὀνείᾳ

Ἄρης βασιλεὺς Σπαρτιατῶν Ὀνείᾳ ἱερεῖ μεγάλῳ χαίρειν.

εὑρέθη ἐν γραφῇ περί τε τῶν Σπαρτιατῶν καὶ Ἰουδαίων, ὅτι ἀδελφοὶ εἰσίν, καὶ ὅτι εἰσὶν ἐκ γένους Ἀβραάμ.

καὶ νῦν ἀφʼ οὐ ἔγνωμεν ταῦτα, καλῶς ποιήσετε γράφοντες ἡμῖν περὶ τῆς εἰρήνης ὑμῶν.

καὶ ἡμεῖς δὲ ἀντιγράφομεν ὑμῖν Tὰ κτήνη ὑμῶν καὶ ἡ ὕπαρξις ὑμῶν ἡμῖν ἐστιν, καὶ τὰ ἡμῶν ὑμῖν ἐστιν· ἐντελλόμεθα οὗν ὅπως ἀπαγγείλωσιν ὑμῖν κατὰ τὰ αὐτά.

Καὶ ἤκουσεν Ἰωναθὰν ὅτι ἐπέστρεψαν οἱ ἄρχοντες Δημητρίου μετὰ δυνάμεως πολλῆς ὑπέρ τὸ πρότερον τοῦ πολεμῆσαι πρὸς αὐτόν.

καὶ ἀπῆρεν ἐξ Ἰερουσαλήμ, καὶ ἀπήντησεν αὐτοῖς εἰς τὴν Ἁμαθειτιν χώραν· οὐ γὰρ ἔδωκεν αὐτοῖς ἀνοχὴν τοῦ ἐμβατεῦσαι εἰς τὴν χώραν αὐτοῦ.

καὶ ἀπέστειλεν κατασκόπους εἰς τὴν παρεμβολὴν αὐτοῦ· καὶ ἐπέστρεψαν, καὶ ἀπήγγειλαν αὐτῷ ὅτι Οὕτως τάσσονται ἐπιπεσεῖν ἐπʼ αὐτοὺς τὴν νύκτα.

ὡς δὲ ἔδυ ὁ ἥλιος, ἐπέταξεν Ἰωναθὰν τοῖς παρʼ αὐτοῦ γρηγορεῖν καὶ εἶναι ἐπὶ τοῖς ὅπλαις, ἑτοιμάζεσθαι εἰς πόλεμον δι᾿ ὅλης τῆς νυκτός· καὶ ἐξέβαλεν προφύλακας κύκλῳ τῆς παρεμβολῆς.