Machabaeorum i

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

καὶ ἀπῆλθεν ἐκεῖθεν εἰς Γάζαν, καὶ ἀπέκλεισαν οἱ ἀπὸ Γάζης· καὶ περιεκάθισεν περὶ αὐτήν, καὶ ἐνεπύρισεν τὰ περιπόλια αὐτῆς ἐν πυρί, καὶ ἐσκύλευσεν αὐτάς·

καὶ ἠξίωσαν οἱ ἀπὸ Γάζης Ἰωναθάν, καὶ ἔδωκεν αὐτοῖς δεξιάς· καὶ ἔλαβεν τοὺς υἱοὺς τῶν ἀρχόντων αὐτῶν εἰς ὅμηρα, καὶ ἐξαπέστειλεν αὐτοὺς εἰς Ἰερουσαλήμ, [*](49 λεγοντες] λογον V 50 δεξιαν U+05D0V incep πολεμεU+05D0* (πολεμουντ.U+05D0¹,c.a) U+05D0V 51 ερριψαν U+05D0V om παντων U+05D0* (hab U+05D0c.a) αυτου] + και ωνομασθησαν εν τη βασιλεια αυτου U+05D0* (improb U+05D0c.a) επεστρεψεν U+05D0* (-ψαν U+05D0c.a) 52 Δημη- τριος ο βασιλευς U+05D0V 53 εσπευσατο U+05D0* (εψ. U+05D0c.a) ηλλοτριωθη τω] ηλλο- τριωθησαν U+05D0* (ηλλοτριωθη τω U+05D0c.a) ανταπεδωκεν] απεδωκεν U+05D0 | om τας ευνοιας ας ανταπεδωκεν U+05D0 pr κατα V εθλιβεν τV 64 μετ] pr καί U+05D0 55 επισυνηχθησαν (επεσ. V)] επισυνησαν U+05D0* (επισυνηχθ. U+05D0c.a) επεσκορακισεν U+05D0* (απεσκ. U+05D0¹) Δημητριος] + ος U+05D0* (improh) U+05D0c.a) επολεμησεν U+05D0V*| ετρο- πωθησαν U+05D0 56 Αντιοχιας (-χειας V)] pr της U+05D0 57 Ιωναθαν U+05D0*V τω l ωναθαν U+05D0c.a αρχιερωσυνην] se spat 2 vel lilt in A om και 3° U+05D0* (hab U+05D0c.a) 60 πασαι αι δυναμει] πασα δυναμις U+05D0V αυτω] αυτον V 61 Γαζης] pr της V om εν V 62 ηξωσεν V* δεξιαν U+05D0* (δεξιας U+05D0c.a) om εις 2°)

644
[*](A) καὶ διῆλθεν τὴν χώραν ἕως Δαμασκοῦ.

Καὶ ἤκουσεν Ἰωναθὰν ὅτι παρῆσαν οἱ ἄρχοντες Δημητρίου εἰς Κῆδες τὴν ἐν τῇ Γαλιλαίᾳ μετὰ δυνάμεως πολλῆς, βουλόμενοι μεταστῆσαι αὐτὸν τῆς χρείας.

καὶ συνήντησεν αὐτοῖς, τὸν δὲ ἀδελφὸν αὐτοῦ Σίμωνα κατέλειπεν ἐν τῇ χώρᾳ.

καὶ παρενέβαλεν Σίμων ἐν Βεθσούρᾳ, καὶ ἐπολέμει αὐτὴν ἡμέρας πολλὰς καὶ συνέκλεισεν αὐτήν.

καὶ ἠξίωσαν αὐτὸν τοῦ δεξιὰς λαβεῖν, καὶ ἔδωκεν αὐτοῖς· καὶ ἐξέβαλεν αὐτοὺς ἐκεῖθεν καὶ κατελάβετο τὴν πόλιν, καὶ ἔθετο ἐπʼ αὐτὴν φρουράν.

καὶ Ἰωναθὰν καὶ ἡ παρεμβολὴ αὐτοῦ παρενέβαλον ἐπὶ τὸ ὕδωρ τοῦ Γεννησάρ· καὶ ὤρθρισαν τὸ πρωὶ εἰς τὸ πεδίον Νασώρ·

καὶ ἰδοὺ παρεμβολὴ ἀλλοφύλων ἀπήντα αὐτῷ ἐν τῷ πεδίῳ, καὶ ἐξέβαλον ἔνεδρον ἐπʼ αὐτὸν ἐν τοῖς ὄρεσιν, αὐτοὶ δὲ ἀπήντησαν ἐξ ἐναντίας.

τὰ δὲ ἔνεδρα ἐξανέστησαν ἐκ τῶν τόπων ἑαυτῶν, καὶ συνῆψαν πόλεμον· καὶ ἔφυγον οἱ παρὰ Ἰωνάθου πάντες·

οὐδὲ εἰς κατελείφθη ἀπʼ αὐτῶν, πλὴν Ματταθίας ὁ τοῦ Ἀψαλώμου καὶ Ἰούδας ὁ τοῦ Χαλφεί, ἄρχοντες τῆς στρατιᾶς τῶν δυνάμεων.

καὶ διέρρηξεν Ἰωναθὰν τὰ ἱμάτια αὐτοῦ, καὶ ἐπέθετο γῆν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ, καὶ προσηύξατο.

καὶ ἐπέστρεψεν πρὸς αὐτοὺς πολέμῳ, καὶ ἐτροπώσατο αὐτούς, καὶ ἔφυγον.

καὶ ἴδον οἱ φυγόντες παρʼ αὐτοῦ, καὶ ἐπέστρεψαν πρὸς αὐτόν, καὶ ἐδίωκον μετʼ αὐτοῦ ἕως Κάδης ἕως τῆς παρεμβολῆς αὐτῶν, καὶ παρενέβαλον ἐκεῖ

καὶ ἔπεσον ἐκ τῶν ἀλλοφύλων ἐν τῇ ἡμἐρᾳ ἐκείνῃ εἰς ἄνδρας τρισχιλίους· καὶ ἐπέστρέψεν Ἰωναθὰν εἰς Ἰερουσαλήμ.