Machabaeorum i

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

τῷ ἔθνει τῶν Ἰουδαίων φίλοις ἡμῶν καὶ συντηροῦσι τὰ πρὸς ἡμᾶς δίκαια ἐκρίναμεν ἀγαθοποιῆσαι, χάριν τῆς ἑαυτῶν εὐνοίας πρὸς ἡμᾶς.

θστάκαμεν οὖν αὐτοῖς τὰ ὅρια τῆς Ἰουδαίας καὶ τοὺς τρεῖς νομούς, Ἀφαίρεμα καὶ Λύδδα καὶ Ῥαθαμείν· προσετέθησαν τῇ Ἰουδαίᾳ ἀπὸ τῆς Σαμαρίτιδος· καὶ πάντα τὰ συγκυροῦντα αὐτοῖς πᾶσιν τοῖς θυσιάζουσιν εἰς Ἰεροσόλυμα, ἀντὶ τῶν βασιλικῶν ὧν ἐλάμβανεν ὁ βασιλεὺς παρʼ αὐτῶν τὸ πρότερον κατʼ ἐνιαυτὸν ἀπὸ τῶν γενημάτων τῆς γῆς καὶ τῶν ἀκροδρύων.

καὶ τὰ ἄλλα τὰ ἀνήκοντα ἡμῖν ἀπὸ τοῦ νῦν τῶν δεκατῶν καὶ τῶν τελῶν τῶν ἀνηκόντων ἡμίν, καὶ τὰς τοῦ ἁλὸς λίμνας, καὶ τοὺς ἀνήκοντας ἡμῖν στεφάνους, πάντα ἐπαρκέσομεν αὐτοῖς.

καὶ οὐκ ἀθετήσεται οὐδέν τούτων ἀπὸ τοῦ νῦν ἐπὶ τὸν ἅπαντα χρόνον.

νῦν οὖν ἐπιμελεῖσθε τοῦ ποιῆσαι τούτων ἀντίγραφον, καὶ δοθήτω Ἰωναθάν, καὶ, τεθήτω ἐν ὄρει τῷ ἁγίῳ ἐν τόπῳ ἐπιτηδείῳ ἐπισήμῳ.

Καὶ ἴδεν Δημήτριος ὁ βασιλεὺς ὅτι ἡσύχασεν ἡ γῆ ἐνώπιον αὐτοῦ καὶ οὐθὲν αὐτῷ ἀνθεστήκει, καὶ ἀπέλυσεν πάσας τὰς δυνάμεις αὐτοῦ, ἕκαστον εἰς τὸν ἴδιον τόπον, πλὴν τῶν ξένων δυνάμεων ὧν ἐξενολόγησεν ἀπὸ τῶν νήσων τῶν ἐθνῶν· καὶ ἤχθρασαν αὐτῶν [*](27 των πρωτων] om των U+05D0* (hab U+05D0c.a) om πρωτων V 28 Ιουδαια U+05D0* U+05D0V (-δαιαν U+05D0c.a) | τας τρεις τοπαρχιας] τρις τριηραρχιας U+05D0* (τας τρις τοπ. U+05D0c.a c.b) | Σαμαρειτιν U+05D0Va | επηγγειλατο U+05D0V 29 επιστολην V | εχουσαν V 30 Ιουδαιων U+05D0AᵃV 31 om το U+05D0 | συνγενει U+05D0 | ημων] υμων U+05D0* A* vid (ημ. U+05D0c.a Aᵃ) 32 Λασθενι U+05D0A 33 ημων] ουσιν U+05D0 | συντηρουσιν V* | αγαθον ποιησαι U+05D0 | εαυτων] εξ αυτων U+05D0V 34 εστακιμεν U+05D0 | om ουν U+05D0 om αυτοις 1° V | τα ορια] τα τε ορ. U+05D0V | Αφερεμα AV* | Ιουδεα U+05D0 (-δαια U+05D0c.ᵃ) | Σαμαρειτ. V | συνκυρουντα U+05D0V* | πασι V | ακροδυων A 35 τελων] + και U+05D0* (improb U+05D01? (non | c.a) το του αλος λιμνων U+05D0* (τας τ. αλ. λιμνας U+05D0c.a) | παντας U+05D0 | επαρκεσωμεν U+05D0 36 αθετησετε U+05D0 αθετηθησεται V | ουδεν] ουδε εν U+05D0 | νυν] + απο του νυν U+05D0* (improb U+05D0c.a) | επι] εις U+05D0* και εις U+05D0c.a 37 επι- μελεσθαι U+05D0V* | Ιναθαν V* | ορει] pr τω U+05D0 | τοπω επιτηδειω] τω τοπω επιτηνιω U+05D0* (επιτηδ. U+05D0c.a) 38 ειδεν U+05D0V* | ουδεν U+05D0V | ανθισο. V* (ανθειστ. Vᵃ) om πασας U+05D0V | om εις τον A | ιδιον τοπον] τ. αυτου V | δυναμενων U+05D0 | ηχθρασαν αυτων] ηχθραινον αυτω U+05D0 ηχραναν (ηχθρ. V¹) αυτω V)

642
[*](A) πᾶσαι αἱ δυνάμεις αἱ ἀπὸ τῶν πατέρων.

Γρύφαων δὲ ἦν τῶν παρὰ Ἀλεξάνδρου τὸ πρότερον, καὶ ἴδεν ὅτι πᾶσαι αἱ δυνάμεις καταγογγύζουσιν κατὰ τοῦ Δημητρίου, καὶ ἐπορεύθη πρὸς Σινμαλκουὴ τὸν Ἄραβα, ὃς ἔτρεφεν τὸν Ἀντίοχον τὸ παιδάριον τὸ τοῦ Ἀλεξάνδρου·

καὶ προσήδρευεν αὐτῷ, ὅπως παραδοῖ αὐτὸν αἰτῷ, ὅπως βασιλεύσῃ ἀντὶ τοῦ πατρὸς αὐτοῦ· καὶ ἀπἡγγειλαν αὐτῷ ὅσα συνετέλεσεν Δημήτριος, καὶ τὴν ἔχθραν ἣν ἐχθραίνουσιν αὐτῷ αἱ δυνάμεις αὐτοῦ· καὶ ἔμεινεν ἐκεῖ ἡμέρας πολλάς.

Καὶ ἀπέστειλεν Ἰωναθὰν πρὸς Δημήτριον τὸν βασιλέα, ἵνα ἐκβάλῃ τοὺς ἐκ τῆς ἄκρας ἐξ Ἰερουσαλὴμ καὶ τοὺς ἐν τοῖς ὀχυρώμασιν· ἦσαν γὰρ πολεμοῦντες τὸν Ἰσραήλ.

καὶ ἀπέστειλεν Δημήτριος πρὸς Ἰωναθὰν λέγων Οὐ μόνον ταῦτα ποιήσω σοι καὶ τῷ ἔθνει σου, ἀλλ᾿ ἢ δόξῃ δοξάσω σε καὶ τὸ ἔθνος σου, ἐὰν εὐκαιρίας τύχω.

νῦν οὖν ὀρθῶς ποιήσεις ἀποστείλας ἡμῖν ἄνδρας οἳ συμμαχήσουσίν μοι, ὅτι ἀπέστησαν πᾶσαι αἱ δυνάμεις μου.

καὶ ἀπέστειλεν Ἰωναθὰν ἄνδρας τρισχιλίους δυνατοὺς ἰσχύι αὐτῶν εἰς Ἀντιοχίαν, καὶ ἤλθοσαν πρὸς τὸν βασιλέι, καὶ ηὐφράνθη ὁ βασιλεὺς ἐπὶ τῇ ἐφόδῳ αὐτῶν.

καὶ ἐπισυνήχθησαν οἱ ἐκ τῆς πόλεως εἰς μέσον τῆς πόλεως εἰς ἄνδρας δώδεκα μυριάδας, καὶ ἠβούλοντο ἀνελεῖν τὸν βασιλέα.

καὶ ἔφυγεν ὁ βασιλεὺς εἰς τὴν αὐλήν, καὶ κατελάβοντο οἱ ἐκ τῆς πόλεως τὰς διόδους δῆς πόλεως, καὶ ἤρξαντο ἐκπολεμεῖν.