Machabaeorum i

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

καὶ ἐβασίλευσεν Δημήτριος ἔτους ἑβδόμου καὶ ἑξηκοστοῦ καὶ ἑκατοστοῦ.

Ἐν ταῖς ἡμέραις ἐκείναις συνήγαγεν Ἰωναθὰν τοὺς ἐκ τῆς Ἰουδαίας, τοῦ ἐκπολεμῆσαι τὴν ἄκραν τὴν ἐν Ἰερουσαλήμ· καὶ ἐποίησαν ἐπʼ αὐτὴν μηχανὰς πολλάς.

καὶ ἐπορεύθησάν τινες μισοῦντες τὸ ἔθνος αὐτῶν, ἄνδρες παράνομοι, πρὸς τὸν βασιλέα, καὶ ἀπήγγειλαν αὐτῷ ὅτι Ἰωναθὰν περικάθηται τὴν ἄκραν.

καὶ ἀκούσας ὠργίσθη· ὡς δὲ ἤκουσεν, εὐθέως ἀναζεύξας ἦλθεν εἰς Πτολεμαίδα, καὶ ἔγραψεν Ἰωναθὰν τοῦ μὴ περικαθῆσθαι καὶ τοῦ ἀπαντῆσαι αὐτὸν αὐτῷ συνμίσγειν εἰς Πτολεμαίδα τὴν ταχίστην.

ὡς δὲ ἤκουσεν Ἰωναθάν, ἐκέλευσεν περικαθῆσθαι· καὶ ἐπέλεξεν τῶν πρεσβυτέρων Ἰσραὴλ καὶ τῶν ἱερέων, καὶ ἔδωκεν αὐτὸν τῷ κινδύνῳ.

καὶ λαβὼν ἀργύριον καὶ χρυσίον καὶ ἱματισμὸν καὶ ἕτερα ξένια πλείονα, καὶ ἐπορεύθη πρὸς τὸν βασιλέα εἰς Πτολεμαίδα, καὶ εὗρεν χάριν ἐναντίον αὐτοῦ.

καὶ ἐνετύγχανον κατʼ αὐτοῦ τινες ἄνομοι τῶν ἐκ τοῦ ἔθνους.

καὶ ἐποίησεν αὐτῷ ὁ βασιλεὺς καθὼς ἐποίησαν αὐτῷ οἱ πρὸ αὐτοῦ, καὶ ὕψωσεν αὐτὸν ἐναντίον πάντων τῶν φίλων αὐτοῦ.

καὶ ἔστησεν αὐτῷ τὴν ἀρχιερωσύνην, καὶ ὅσα ἄλλα εἶχεν τίμια τὸ πρότερον, καὶ [*](U+05D0V)[*](13 εισηλθεν] εξηλθεν U+05D0* (εισηλθ. U+05D0c.ac.b) Αντιοχειαν V Αιγυπτου και Ασιας U+05D0 Αιγ. και το της Aσ. V 14 εις Κιλικιαν] εν Κιλικια U+05D0V 15 ηλθον U+05D0* (ηλθεν U+05D0c.a) αυτον 1⁰] αυτων Vᵃ om εν 1° U+05D0c.a V Πτολεμαιος] + την δυναμιν U+05D0c.a 16 om αυτον U+05D0* (hab U+05D0c.a) 18 ο βασιλευς] om ο U+05D0* (hab U+05D0c.b) om εν 1° U+05D0 19 εβδομου… εκατοστου] ζ΄ και ξ΄ και ρ΄ U+05D0 20 εκειναισυνηγαγεν U+05D0 | εκπολεμησαι] πολεμησαι U+05D0 | εποιησεν U+05D0 | εν αυτη U+05D0* (επ αυτην U+05D0c.a, c.ᵇ) 21 επορευθημεν U+05D0* (-σαν U+05D0c.a) εθνος] + ημω U+05D0* (improb U+05D0¹, c.a) 22 περικαθησθαι] + τη ακρα U+05D0c.a συνμισγειν (συνμιγειν V* συγμιγηναι Vᵃ)] pr κ U+05D0c.a 23 om δε U+05D0* (hab U+05D0c.a) επελεξεν] εξελεξεν U+05D0 | ιερεων] Ιουδαιων U+05D0 | αυτον] εαυτον U+05D0 24 ετερα ξενια] εταραξεν τα A πλειον U+05D0* (πλειονα U+05D0c.a) om και 5° V 26 οι προ αυτου αυτω U+05D0 | παντων των φ. αυτου] των φιλω] αυτου παντων U+05D0 παντων τ. φ. α. παντων (sic) V 27 αρχιεροσυνην ΑV*)

641
ἐποίησεν αὐτὸν τῶν πρώτων φίλων ἡγεῖσθαι.