Tobias (Cod. Vaticanus + Cod. Alexandrinus)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

εὐδόκησαν οὕτως· καὶ εἶπεν πρὸς Τωβίαν Ἕτοιμος γίνου πρὸς τὴν ὁδόν· καὶ εὐοδωθείητε. καὶ ἡτοίμασεν ὁ υἱὸς [*](11 πατριδος] πατριας A 12 του υιου] τ sup ras Bᵃᵇ 13 ος δε] και A | A om εγω A 14 om σου 2ᵇ BᵃᵇA | επεγινωσκον] εγιγνωσκον A | Σεμειου A | εν τη πιανῃ] την πλανην A | καλης] μεγαλης A 15 αλλ] αλλα A δραχμην sup ras B? | της ημ.] in της parvam ras prae se fert B? 16 υγιαι- νοντες] τε sup ras Aᵃ? 17 ευδοκησαν] pr και A)

828
[*](B) αὐτοῦ τὰ πρὸς τὴν ὁδόν· καὶ εἶπεν αὐτῷ ὁ πατὴρ αὐτοῦ Πορεύου μετὰ τοῦ ἀνθρώπου· ὁ δὲ ἐν τῷ οὐρανῷ οἰκῶν θεὸς εὐοδώσει τὴν ὁδὸν ὑμῶν, καὶ ὁ ἄγγελος αὐτοῦ συνπορευθήτω ὑμῖν. καὶ ἐξῆλθαν ἀμφότεροι ἀπελθεῖν, καὶ ὁ κύων τοῦ παιδαρίου μετʼ αὐτῶν.

Ἔκλαυσεν δὲ Ἄννα ἡ μήτηρ αὐτοῦ, καὶ εἶπεν πρὸς Γωβείτ Τί ἐξαπέστειλας τὸ παιδίον ἡμῶν ; ἤ οὐχὶ ἡ ῥάβδος τῆς χειρὸς ἡμῶν ἐστιν ἐν τῷ εἰσπορεύεσθαι αὐτὸν καὶ ἐκπορεύεσθαι ἐνώπιον ἡμῶν;