Tobias (Cod. Vaticanus + Cod. Alexandrinus)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • 5καὶ μαστιγώσει ἡμᾶς ἐν ταῖς ἀδικίαις ἡμῶν,
  • καὶ πάλιν ἐλεήσει καὶ συνάξει ἡμᾶς ἐκ πάντων τῶν
  • ἐθνῶν,
  • οὗ ἐὰν σκορπισθῆτε ἐν αὐτοῖς.
  • 6ἐὰν ἐπιστρέψητε πρὸς αὐτὸν ἐν ὅλη καρδίᾳ ὑμῶν καὶ ἐν
  • ὅλῃ τῆ ψυχῇ
  • ποιῆσαι ἐνώπιον αὐτοῦ ἀλήθειαν,
  • τότε ἐπιστρέψει πρὸς ὑμᾶς
  • καὶ οὐ μὴ κρύψῃ τὸ πρόσωπον αὐτοῦ ἀφʼ ὑμῶν.
  • (6)καὶ θεάσασθε ὁ ποιήσει μεθʼ ὑμῶν,
  • καὶ ἐξομολογήσασθε αὐτῷ ἐν ὅλῳ τῷ σώματι ὑμῶν·
  • καὶ εὐλογήσατε τὸν κύριον τῆς δικαιοσύνης,
  • καὶ ὑψώσατε τὸν βασιλέα τῶν αἰώνων.
  • (7)ἐγὼ ἐν τῇ γῇ τῆς αἰχμαλωσίας μου ἐξομολογοῦμαι αὐτῷ,
  • καὶ δεικνύω τὴν ἰσχὺν καὶ τὴν μεγαλωσύνην αὐτοῦ ἔθνη
  • ἁμαρτωλῶν.
  • (8)ἐπιστρέψατε, ἁμαρτωλοί, καὶ ποιήσατε δικαιοσύνην ἐνώπιον
  • αὐτοῦ·
  • τίς γινώσκει εἰ θελήσει ὑμᾶς καὶ ποιήσει ἐλεημοσύνην
  • ὑμῖν;