Judith

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

σὺ δὲ Ἀχιώρ, μισθωτὲ τοῦ Ἀμμών. ὃς ἐλάλησας τοὺς λόγους τούτους ἐν ἡμέρᾳ ἀδικίας σου, οὐκ ὄψῃ ἔτι τὸ πρόσωπόν μου ἀπὸ τῆς ἡμέρας ταύτης ἕως οὗ ἐκδικήσω τὸ γένος τῶν ἐξ Αἰγύπτου·

καὶ τότε διελεύσεται ὁ σίδηρος τῆς στρατείας μου καὶ ὁ λαὸς τῶν θεραπόντων μου τὰς πλευράς σου, καὶ πεσῇ ἐν τοῖς τραυματίαις αὐτῶν ὅταν ἐπιστρέψωσιν·

καὶ ἀποκαταστήσουσίν σε οἱ δοῦλοί μου εἰς τὴν ὀρινὴν καὶ θήσουσίν σε ἐν μιᾷ τῶν πόλεων τῶν ἀναβάσεων,

καὶ οὐκ ἀπολῇ ἕως οὗ ἐξολεθρευθῇς μετʼ αὐτῶν.

καὶ εἴπερ ἐλπίζεις τῇ καρδίᾳ σου ὅτι οὐ λημφθήσονται, μὴ συμπεσέτω σου τὸ πρόσωπον. ἐλάλησα, καὶ οὐδέν διαπεσεῖται τῶν ῥημάτων μου.

Καὶ προσἐταξεν Ὀλοφέρνης τοῖς δούλοις αὐτοῦ, οἱ ἦσαν παρεστηκότες ἐν τῇ σκηνῇ αὐτοῦ, συλλαβεῖυ τὸν Ἀχιὼρ καὶ ἀποκαταστῆσαι οὐτὸν εἰς Βετυλουὰ καὶ παραδοῦναι εἰς χεῖρας υἱῶν Ἰσραήλ.

καὶ συνέλαβον αὐτὸν οἱ δοῦλοι αὐτοῦ καὶ ἤγαγον αὐτὸν ἔξω τῆς παρεμβολῆς εἰς τὸ πεδίον, καὶ ἀπῆραν ἐκ μέσου τῆς πεδινῆς εἰς τὴν ὀρινήν, καὶ παρεγένοντο ἐπὶ τὰς πηγὰς αἱ ἦσαν ὑποκάτω Βετυλουά.

καὶ ὡς ἴδαν αὐτοὺς οἱ ἄνδρες τῆς πόλεως ἐπὶ τὴν κορυφὴν τοῦ ὄρους, ἀνέλαβον τὰ ὅπλα αὐτῶν καὶ ἐπῆλθον ἔξω τῆς πόλεως ἐπὶ τὴν κορυφὴν τοῦ ὄρους· καὶ πᾶς ἀνὴρ σφεν- δονήτης διεκράτησαν τὴν ἀνάβασιν αὐτῶν καὶ ἔβαλλον ἐν λίθοις (9) 13 ἐπʼ αὐτοὺς.

καὶ ὑποδύσαντες ὑποκάτω τοῦ ὄρους ἔδησαν τὸν Ἀχιὼρ καὶ ἀφῆκαν ἐρριμμένον ὑπὸ τὴν ῥίζαν τοῦ ὄρους. καὶ [*](4 om εν αυτοις U+05D0 | ορια] ορη U+05D0Α | μεθυσθησονται A | πληρωθησεται] πλη- U+05D0A σθησεται U+05D0 | νεκρων] pr των A | om ουτων 4⁰ U+05D0 | αντιστησεται] απα|τησεται U+05D0 | των ποδων] του ποδος U+05D0 | ημων] pr των ποδων A | αλλα U+05D0A | απωλια U+05D0 | βασιλευς] in σιλ ras aliq B? | N. ο βασιλευς U+05D0 | κυριος] pr ο U+05D0A | των λογων] του στοματος U+05D0 5 ος] ως U+05D0 | αδικια σου A | om ετι U+05D0 | ταυτης] α sup ras Aᵃ 6 στρατιας A | ταις τραυμ. U+05D0c.a | ουτων] αυτ sup ras Bᵃᵇ | επιστρεψω BᵃᵇU+05D0 A 7 bis scr οι δουλοι μου...θησουσιν σε B* (om 1° Bᵃᵇ) | om σε 2⁰ U+05D0 9 λημφθησονται] συλλημφθ. A | συ|πεσετω U+05D0 συμπε- σατω A 10 εν τη σκηνη αυτου] αυτω U+05D0 | Βαιτουλουα U+05D0 (item 11 ) | παραδουναι] + αυτον U+05D0 | υιων Ισρ.] rescr υιων 1 U+05D0¹ 11 om αυτον 2⁰ U+05D0 επι εις U+05D0 | πηγας] rescr γ U+05D0¹ 12 ως] ω U+05D0* (ς superscr U+05D0¹) | ειδαν BᵃᵇU+05D0Α | επηλθον] απηλθεν A 13 υποδυσαντες] δ sup ras A¹ | ρεριμμενον A | υπο την] saltem τ sup ras Bᵃᵇ)

792
[*](B) ἀπῴχοντο πρὸς τὸν κύριον αὐτῶν.

καταβάντες δὲ οἱ υἱοὶ Ἰσραὴλ ἐκ τῆς πόλεως αὐτῶν ἐπέστησαν αὐτῷ, καὶ λύσαντες αὐτὸν ἀπήγαγον εἰς τὴν Βετυλουά, καὶ κατέσπησαν αὐτὸν ἐπὶ τοὺς ἄρχοντας τῆς πόλεως αὐτῶν,

οἳ ἧκαν ἐν ταῖς ἡμέραις ἐκείναις Ὀζείας ὁ τοῦ Μειχὰ ἐκ τῆς φυλῆς Συμεὼν καὶ Χαβρεὶς ὁ τοῦ Γοθονιὴλ καὶ Χαρμεὶς υἱὸς Μελχειήλ.

καὶ συνεκάλεσεν πάντας τοὺς πρεσβυτέρους τῆς πόλεως, καὶ συνέδραμον πᾶς νεανίσκος αὐτῶν καὶ αἱ γυυαῖκες εἰς τὴν ἐκκλησίαν, καὶ ἔστησαν τὸν Ἀχιὼρ ἐν μέσῳ παντὸς τοῦ λαοῦ αὐτῶν, καὶ ἐπηρώτησεν αὐτὸν Ὀζείας τὸ συμβεβηκός.

καὶ ἀποκριθεὶς ἀπήγγειλεν αὐτοῖς τὰ ἀήματα τῆς συνεδρείας Ολοφέρνου, καὶ πάντα τὰ φήματα ὅσα ἐλάλησεν ἐν μἐσῳ τῶν ἀρχόντων υἱῶν Ἀσσούρ, καὶ ὅσα ἐμεγαλορημόνησεν λοφέρνης εἰς τὸν οἶκον Ἰσραήλ.

καὶ πεσόντες ὁ λαὸς προσεκύνησαν τῷ θεῷ, καὶ ἐβόησαν λέγοντες

Κύριε ὁ θεὸς τοῦ οὐρανοῦ, κάτιδε ἐπὶ τὰς ὑπερηφανίας αὐτῶν, καὶ ἐλέησον τὴν ταπείνωσιν τοῦ γένους ἡμῶν, καὶ ἐπίβλεψον ἐπὶ τὸ πρόσωπον τῶν ἡγιασμένων σοι ἐν τῇ ἡμέρᾳ ταύτῃ.

καὶ παρεκάλεσαν τὸν Ἀχιώρ, καὶ ἐπήνεσαν αὐτὸν σφόδρα.

καὶ παρέλαβεν αὐτὸν Ὀζείας ἐκ τῆς ἐκκλησίας εἰς οἶκον αὐτοῦ, καὶ ἐποίησεν πότον τοῖς πρεσβυτέροις· καὶ ἐπεκαλέσαντο τὸν θεὸν Ἰσραὴλ εἰς βοήθειαν ὅλην τὴν νύκτα ἐκείνην.

Τῇ δὲ ἐπαύριον παρήγγειλεν Ὀλοφέρνης πάσῃ τῇ στρατείᾳ αὐτοῦ καὶ παντὶ τῷ λαῷ αὐτοῦ οἳ παρεγένοντο ἐπὶ τὴν συμμαχίαν αὐτοῦ, ἀναζευγνύειν ἐπὶ Βαιτυλουὰ καὶ τὰς ἀναβάσεις τῆς ἀρινῆς προκαταλαμβάνεσθαι καὶ ποιεῖν πόλεμον πρὸς τοὺς υἱοὺς Ἰσραήλ.

καὶ ἀνέζευξεν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ πᾶς ἀνὴρ δυνατὸς αὐτῶν· καὶ ἡ δύναμις αὐτῶν ἀνδρῶν πολεμιστῶν χιλιάδες ἀνδρῶν πεζῶν ἑκατὸν ἑβδομήκοντα καὶ ἱππέων χιλιάδες δέκα δύο, χωρὶς τῆς ἀποσκευῆς τῶν ἀνδρῶν οἳ ἦσαν πεζοὶ ἐν αὐτοῖς, πλῆθος πολὺ σφόδρα.

καἰ [*](U+05D0Α) [*](14 om δε A* (superscr A¹) | αυτω] επ αυτον A | Βαιτουλουα U+05D0 | επι] εις A 15 Οζειας] Οζιας Bᵃᵇ O, ας sup ras Aᵃ? (seq ras 1 vet 2 litt) | Μειχα] Μιχα Bᵇ Χειμα A | Γοθονιηλ] Γοθονιου U+05D0* (Γοθονιηλ U+05D0 c.a) | Χαρμεις] Χαλμεις A | υιος Μελχειηλ] ο του Σελλημ U+05D0* (υς Μελχιηλ U+05D0 c.a) υιος Μελχιηλ A 16 συνεκαλεσαν U+05D0A | της πολεως] Ισραηλ U+05D0* της πολ. (non del Ισρ.) U+05D0c.a | om ουτων 2⁰ U+05D0 | Οζιας BᵇA (item 21) 17 συνεδριας BᵇU+05D0A | ελαλησαν A 18 τω θεω] pr κω U+05D0 19 κατιδε] επιβλεψον U+05D0 καθειδε A (pr ras 1 lit) | υπερηφανιας] post α 1⁰ ras 1 lit A? | ουτων] α sup ras A¹ V II 1 στρατια A | τω λαω] om τω A | οι] και U+05D0 | Βαιτουλουα U+05D0 | ορεινης BᵃᵇA 2 ανε- ζευξεν] ε 1⁰ sup litur U+05D0¹ | om ανδρων 2⁰ U+05D0Α | εκατον εβδομηκοντα] οκτω U+05D0* ρκ U+05D0 ο | ιππων U+05D0 | δεκα δυο] ιB΄ U+05D0 | των ανδρων] pr και U+05D0Α)

793
παρενέβαλον ἐν τῷ αὐλῶνι πλησίον Βαιτυλουὰ ἐπὶ τῆς πηγῆς, καὶ [*](B) παρέτειναν εἰς εἶρος ἐπὶ Δωθάειμ ἕως Βελβάιμ, καὶ εἰς μῆκος ἕως Βαιτυλουὰ ἕως Κυαμῶνος ἥ ἐστιν ἀπέναντι τοῦ Ἐσδρηλών.