Judith

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

καὶ συνεκάλεσεν πάντας τοὺς πρεσβυτέρους τῆς πόλεως, καὶ συνέδραμον πᾶς νεανίσκος αὐτῶν καὶ αἱ γυυαῖκες εἰς τὴν ἐκκλησίαν, καὶ ἔστησαν τὸν Ἀχιὼρ ἐν μέσῳ παντὸς τοῦ λαοῦ αὐτῶν, καὶ ἐπηρώτησεν αὐτὸν Ὀζείας τὸ συμβεβηκός.

καὶ ἀποκριθεὶς ἀπήγγειλεν αὐτοῖς τὰ ἀήματα τῆς συνεδρείας Ολοφέρνου, καὶ πάντα τὰ φήματα ὅσα ἐλάλησεν ἐν μἐσῳ τῶν ἀρχόντων υἱῶν Ἀσσούρ, καὶ ὅσα ἐμεγαλορημόνησεν λοφέρνης εἰς τὸν οἶκον Ἰσραήλ.

καὶ πεσόντες ὁ λαὸς προσεκύνησαν τῷ θεῷ, καὶ ἐβόησαν λέγοντες

Κύριε ὁ θεὸς τοῦ οὐρανοῦ, κάτιδε ἐπὶ τὰς ὑπερηφανίας αὐτῶν, καὶ ἐλέησον τὴν ταπείνωσιν τοῦ γένους ἡμῶν, καὶ ἐπίβλεψον ἐπὶ τὸ πρόσωπον τῶν ἡγιασμένων σοι ἐν τῇ ἡμέρᾳ ταύτῃ.

καὶ παρεκάλεσαν τὸν Ἀχιώρ, καὶ ἐπήνεσαν αὐτὸν σφόδρα.

καὶ παρέλαβεν αὐτὸν Ὀζείας ἐκ τῆς ἐκκλησίας εἰς οἶκον αὐτοῦ, καὶ ἐποίησεν πότον τοῖς πρεσβυτέροις· καὶ ἐπεκαλέσαντο τὸν θεὸν Ἰσραὴλ εἰς βοήθειαν ὅλην τὴν νύκτα ἐκείνην.

Τῇ δὲ ἐπαύριον παρήγγειλεν Ὀλοφέρνης πάσῃ τῇ στρατείᾳ αὐτοῦ καὶ παντὶ τῷ λαῷ αὐτοῦ οἳ παρεγένοντο ἐπὶ τὴν συμμαχίαν αὐτοῦ, ἀναζευγνύειν ἐπὶ Βαιτυλουὰ καὶ τὰς ἀναβάσεις τῆς ἀρινῆς προκαταλαμβάνεσθαι καὶ ποιεῖν πόλεμον πρὸς τοὺς υἱοὺς Ἰσραήλ.

καὶ ἀνέζευξεν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ πᾶς ἀνὴρ δυνατὸς αὐτῶν· καὶ ἡ δύναμις αὐτῶν ἀνδρῶν πολεμιστῶν χιλιάδες ἀνδρῶν πεζῶν ἑκατὸν ἑβδομήκοντα καὶ ἱππέων χιλιάδες δέκα δύο, χωρὶς τῆς ἀποσκευῆς τῶν ἀνδρῶν οἳ ἦσαν πεζοὶ ἐν αὐτοῖς, πλῆθος πολὺ σφόδρα.

καἰ [*](U+05D0Α) [*](14 om δε A* (superscr A¹) | αυτω] επ αυτον A | Βαιτουλουα U+05D0 | επι] εις A 15 Οζειας] Οζιας Bᵃᵇ O, ας sup ras Aᵃ? (seq ras 1 vet 2 litt) | Μειχα] Μιχα Bᵇ Χειμα A | Γοθονιηλ] Γοθονιου U+05D0* (Γοθονιηλ U+05D0 c.a) | Χαρμεις] Χαλμεις A | υιος Μελχειηλ] ο του Σελλημ U+05D0* (υς Μελχιηλ U+05D0 c.a) υιος Μελχιηλ A 16 συνεκαλεσαν U+05D0A | της πολεως] Ισραηλ U+05D0* της πολ. (non del Ισρ.) U+05D0c.a | om ουτων 2⁰ U+05D0 | Οζιας BᵇA (item 21) 17 συνεδριας BᵇU+05D0A | ελαλησαν A 18 τω θεω] pr κω U+05D0 19 κατιδε] επιβλεψον U+05D0 καθειδε A (pr ras 1 lit) | υπερηφανιας] post α 1⁰ ras 1 lit A? | ουτων] α sup ras A¹ V II 1 στρατια A | τω λαω] om τω A | οι] και U+05D0 | Βαιτουλουα U+05D0 | ορεινης BᵃᵇA 2 ανε- ζευξεν] ε 1⁰ sup litur U+05D0¹ | om ανδρων 2⁰ U+05D0Α | εκατον εβδομηκοντα] οκτω U+05D0* ρκ U+05D0 ο | ιππων U+05D0 | δεκα δυο] ιB΄ U+05D0 | των ανδρων] pr και U+05D0Α)

793
παρενέβαλον ἐν τῷ αὐλῶνι πλησίον Βαιτυλουὰ ἐπὶ τῆς πηγῆς, καὶ [*](B) παρέτειναν εἰς εἶρος ἐπὶ Δωθάειμ ἕως Βελβάιμ, καὶ εἰς μῆκος ἕως Βαιτυλουὰ ἕως Κυαμῶνος ἥ ἐστιν ἀπέναντι τοῦ Ἐσδρηλών.