Judith

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

καὶ ἐξέβαλον ἐκ προσώπου αὐτῶν τὸν Χαναναῖον καὶ τὸν Φερεζαῖον καὶ τὸν Ἰεβουσαῖον καὶ τὸν Συχέμ καὶ πάντας τοὺς Γεργεσαίους, καὶ κατῴκησαν ἐν αὐτῇ ἡμέρας πολλάς.

καὶ ἕως οὐχ ἥμαρτον ἐνώπιον τοῦ θεοῦ αὐτῶν, ἦν μετʼ αὐτῶν τὰ ἀγαθά, ὅτι θεὸς μισῶν ἀδικίαν μετʼ αὐτῶν ἐστίν·

ὅτε δὲ ἀπέστησαν ἀπὸ τῆς ὁδοῦ ἧς διέθετο αὐτοῖς, ἐξωλεθρεύθησαν ἐν πολλοῖς πολέμοις ἐπὶ πολὺ σφόδρα, καὶ ᾐχμαλωτεύθησαν εἰς γῆν οὐκ ἰδίαν, καὶ ὁ ναὸς τοῦ θεοῦ αὐτῶν ἐγενήθη εἰς ἔδαφος, καὶ αἱ πόλεις αὐτῶν ἐκρατήθησαν ὑπὸ τῶν ὑπεναντίων. [*](8 εξεβησαν] pr και A + δε U+05D0 | εξ] εκ της U+05D0 | om θεω 2° U+05D0 9 ο θς sup U+05D0A ras Aª (seq ras 2 vel 3 litt; bis scr ειπεν A* ᵛⁱᵈ) | κατοικησαν U+05D0 10 το προσ. της γης X. λιμος] ο λ. το προσ. τ. γ. X. U+05D0 | μεχρι A | του γενους] om του U+05D0 11 κατεσοφισατο U+05D0Α | εν] pr και A | πονω] πηλω U+05D0 | εταπεινωσαν] και εταπινωσεν U+05D0 εταπεινωσεν A | εθετο A 12 om και 2⁰ A* (hab κ Aᵃ? (ᵐᵍ) | παταξον A* (επαταξεν· Aᵃ?) | γην] pr πασον την U+05D0A 14 Σινα Bᵇ 15 οικησαν U+05D0 | εν γη] γην | Εσεβωνειτας] Εσεβωνιτας Bᵇ Εσεβων U+05D0A | εξωλεθρευσαν (εξωλοθρ. Bᵇ)] pr και παντας U+05D0 17 εως] + ου U+05D0 | μετ ουτων ην U+05D0 | θεος] pr ο U+05D0 18 εξολοθρ. Bᵇ εξολεθρ. U+05D0 | ουχ ηδιαν B* (ουκ ιδιαν Bᵃᵇ ουχ ιδιαν U+05D0A))

790
[*](B)

καὶ νῦν ἐπιστρέψαντες ἐπὶ τὸν θεὸν αὐτῶν ἀνέβησαν ἐκ τῆς διασπορᾶς οὗ διεσπάρησαν ἐκεῖ, κατέσχον τὴν Ἰερουσαλὴμ οὗ τὸ ἁγίασμα αὐτῶν, καὶ κατῳκίσθησαν ἐν τῇ ὀρίνῇ, ὅτι ἦν ἔρημος.

καὶ νῦν, δέσποτα κύριε, εἰ μέν ἐστιν ἀγνόημα ἐν τῷ λαῷ τούτῳ καὶ ἁμαρτάνουσιν εἰς τὸν θεὸν αὐτῶν, καὶ ἐπισκεψόμεθα ὅτι ἐστὶν ἐν αὐτοῖς σκάνδαλον τοῦτο, καὶ ἀναβησόμεθα καὶ ἐκπολεμήσομεν αὐτούς·

εἰ δ᾿ οὐκ ἔστιν ἀνομία ἐν τῷ ἔθνει αὐτῶν, παρελθέτω δὴ ὁ κύριος, μὴ ποτε ὑπερασπίσῃ ὁ κύριος αὐτῶν καὶ ὁ θεὸς αὐτῶν ὑπέρ αὐτῶν, καὶ ἐσόμεθα εἰς ὀνειδισμὸν ἐναντίον πάσης τῆς γῆς.

Καὶ ἐγένετο ὡς ἐπαύσατο Ἀχιὼρ λαλῶν τοὺς λόγους τούτους, καὶ ἐγόγγυσεν πᾶς ὁ λαὸς ὁ κυκλῶν τὴν σκηνὴν καὶ περιεστώς· καὶ εἶπαν οἱ μεγιστᾶνες Ὀλοφέρνου καὶ πάντες οἱ κατοικοῦντες τὴν παραλίαν καὶ τὴν Μωὰβ συγκόψαι αὐτόν

Οὐ γὰρ φοβηθησόμεθα ἀπὸ υἱῶν Ἰσραήλ· ἰδοὺ γὰρ λαὸς ἐν ᾧ οὐκ ἔστιν δύναμις οὐδέ κράτος εἰς παράταξιν ἰσχυράν.

διὸ δὴ ἀναβησόμεθα, καὶ ἔσονται εἰς κατάβρωμα πάσης τῆς στρατείας σου, δέσποτα Ὀλὸφέρνη.

Καὶ ὡς κατέπαυσεν ὁ θόρυβος τῶν ἀνδρῶν τῶν κύκλῳ τῆς συνεδρίας, εἶπεν Ὀλοφέρνης ἀρχιστράτηγος δυνάμεως Ἀσσοὺρ πρὸς Ἀχιὼρ ἐνανπίον παντὸς τοῦ δήμου ἀλλοφύλων

Καὶ τίς εἶ σὺ Ἀχιὼρ καὶ πρὸς πάντας υἱοὺς Μωὰβ καὶ οἱ μισθωτοὶ Ἐφράιμ, (²)ὅτι ἐπροφήτευσας ἐν ἡμῖν καθὼς σήμερον, καὶ εἶπας τὸ γένος Ἰσραὴλ μὴ πολεμῆσαι, ὅτι θεὸς αὐτῶν ὑπερασπιεῖ αὐτῶν ; καὶ τίς ὁ θεὸς εἰ μὴ Ναβουχοδονοσόρ ; οὗτος ἀποστελεῖ τὸ κράτος αὐτοῦ καὶ ἐξολεθρεύσει αὐτοὺς ἀπὸ προσώπου τῆς γῆς, καὶ οὐ ῥύσεται αὐτοὺς ὁ θεὸς αὐτῶν·

ἀλλʼ ἡμεῖςοἱ δοῦλοι αὐτοῦ πατάξομεν αὐτοὺς ὡς ἄνθρωπον ἕνα, καὶ οὐχ ὑποστήσονται τὸ κράτος τῶν ἵππων ἡμῶν.

κατακαύσομεν γὰρ [*](U+05D0A) [*](19 κατεσχον] pr και U+05D0A | ορεινη BᵃᵇU+05D0A | οτε U+05D0* (οτι U+05D0c.ᵃ) 21 ει δ] ει δε U+05D0 ιδου A | ουτων 1⁰] τουτω U+05D0 | παρελθατω U+05D0Α | om δη A | ο κυριος (1⁰)] + μου U+05D0 | om ο κυ. αυτ. και U+05D0 | υπερ] περι A | ονειδισμον] ονειδος U+05D0A 22 Αχειωρ A | λαλων Αχ. U+05D0A | κυκλων την σκηνην] κυκλω της σκηνης A | om και 3⁰ U+05D0* (hab U+05D0c.a) A | om περιεστως U+05D0* (hab U+05D0c. a) | om παντες U+05D0 | κατοικουντες] κατοι- κου] A* (+ τες Aᵃ?⁽ᵐᵍ)) | συνκοψαι A 24 καταβρωσιν U+05D0A | στρατιας U+05D0A VI 1 ειπεν] pr και U+05D0Α | αρχιστρατηγος] pr ο A | δυναμεως] pr της A | αλλοφυ- λων] των αλλοφ. και προς παντας τους υιους Μωαβʼ· A 2 Αχιωρ| + εναντιος (prius ππιον) παντος δημου αλλοφυλων U+05D0c.a | om και προς παντας υιους Μωαβ A | Μωαβ και sup ras Bᵃᵇ | δφραιμ] pr του BᵃᵇU+05D0A | θεος αυτων (1⁰)] ο θς αυ- των U+05D0 ο θς A | ο θεος (1⁰)] om ο U+05D0 | ουτος] αυτος U+05D0 | αποστελει] εξαποστελει U+05D0 | εξολοθρ. BᵇA (item 8) 3 αλλα U+05D0 | παταξομεν] εξολεθρευσωμεν A)

791
αὐτοὺς ἐν αὐτοῖς, καὶ τὰ ὅρια αὐτῶν μεθυσθήσεται ἐν τῷ αἵματι [*](B) 0οὕτων, καὶ τὰ πεδία αὐτῶν πληρωθήσεται νεκρῶν αὐτῶν· καὶ οὐκ ἀντιστήσεται τὸ ἴχνος τῶν ποδῶν αὐτῶν κατὰ πρόσωπον ἡμῶν, ἀλλ᾿ ἀπωλείᾳ ἀπολοῦνται, λέγει ὁ βασιλεὺς (⁴ª)Ναβουχοδονοσόρ, ῥήματα τῶν λόγων αὐτοῦ.

σὺ δὲ Ἀχιώρ, μισθωτὲ τοῦ Ἀμμών. ὃς ἐλάλησας τοὺς λόγους τούτους ἐν ἡμέρᾳ ἀδικίας σου, οὐκ ὄψῃ ἔτι τὸ πρόσωπόν μου ἀπὸ τῆς ἡμέρας ταύτης ἕως οὗ ἐκδικήσω τὸ γένος τῶν ἐξ Αἰγύπτου·

καὶ τότε διελεύσεται ὁ σίδηρος τῆς στρατείας μου καὶ ὁ λαὸς τῶν θεραπόντων μου τὰς πλευράς σου, καὶ πεσῇ ἐν τοῖς τραυματίαις αὐτῶν ὅταν ἐπιστρέψωσιν·