Judith

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

καὶ κατέβη ἐπὶ τὴν παραλίαν αὐτὸς καὶ ἡ δύναμις αὐτοῦ, καὶ ἐφρούρωσε τὰς πόλεις τὰς ὑψηλάς, καὶ ἔλαβον ἐξ αὐτῶν εἰς συμμαχίαν ἄνδρας ἐπιλέκτους·

καὶ ἐδέξαντο αὐτὸν αὐτοὶ καὶ πᾶσα ἡ περίχωρος αὐτῶν μετὰ στεφάνων καὶ χορῶν καὶ τυμπάνων.

καὶ κατέσκαψεν πάντα τὰ ὅρια οὐτῶν, καὶ τὰ ἄλση αὐτῶν ἐξέκοψεν· καὶ ἦν δεδομένον αὐτῷ ἐξολεθρεῦσαι πάντας τοὺς θεοὺς τῆς γῆς, ὅπως αὐτῷ μόνῳ τῷ Ναβουχοδονοσὸρ λατρεύωσι πάντα τὰ ἔθνη, καὶ πᾶσαι αἱ γλῶσσαι καὶ πᾶσαι αἱ φυλαὶ αὐτῶν ἐπικαλέσωνται αὐτὸν εἰς θεόν.

καὶ ἦλθεν κατὰ πρόσωπον Ἐσδραηλὼν πλησίον τῆς Δωταίας, ἥ ἐστιν ἀπέναντι τοῦ πρίονος τοῦ μεγάλου τῆς Ἰουδαίας,

καὶ κατεστρατοπέδευσαν ἀνὰ μέσον Γαιβαὶ καὶ Σκυθῶν πόλεως, καὶ ἦν ἐκεῖ μῆνα ἡμερῶν εἰς τὸ συλλέξαι πᾶσαν τὴν ἀπαρτίαν τῆς δυνάμεως αὐτοῦ.

Καὶ ἤκουσαν οἱ υἱοὶ Ἰσραὴλ οἱ κατοικοῦντες ἐν τῇ Ἰουδαίᾳ πάντα ὅσα ἐποίησεν Ὀλοφέρνης τοῖς ἔθνεσιν, ὁ ἀρχιστράτηγος Ναβουχοδονοσὸρ βασιλέως Ἀσσυρίων, καὶ ὃν τρόπον ἐσκύλευσεν πάντα τὰ ἱερὰ αὐτῶν καὶ ἔδωκεν αὐτὰ εἰς ἀφανισμόν·

καὶ ἐφοβήθησαν σφόδρα σφόδρα ἀπὸ προσώπου αὐτοῦ, καὶ περὶ Ἰερουσαλὴμ καὶ τοῦ ναοῦ Κυρίου θεοῦ αὐτῶν ἐταράχθησαν.

ὅτι προσφάτως ἦσαν ἀναβεβηκότες ἐκ τῆς αἰχμαλωσίας, καὶ νεωστὶ πᾶς ὁ λαὸς συνελέλεκτο τῆς Ἰουδαίας, καὶ τὰ σκεύη καὶ τὸ θυσιαστήριον καὶ ὁ οἶκος ἐκ τῆς βεβηλώσεως ἡγιασμένα ἦν.