Judith

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • ¹5ὄρη γὰρ ἐκ θεμελίων σὺν ὕδασιν σαλευθήσεται,
  • πέτραι δʼ ἀπὸ προσώπου σου ὡς κηρὸς τακήσονται·
  • (19)ἔτι δὲ τοῖς φοβουμένοις σε,
  • σὺ εὐιλατεύεις αὐτοῖς.
  • ¹6ὅτι μικρὸν πᾶσα θυσία εἰ ὀσμὴν εὐωδίας,
  • καὶ ἐλάχιστον πᾶν ?? ?? εἰς ὁλοκαύτωμά σοι
  • ὁ δὲ φοβούμενος τὸν ?? ?? μέγας διὰ παντός.
  • ¹7οὐαὶ ἔθνεσιν ?? τῷ γένει μου·
  • [*](7 το προσωπον] om το A* ?? A¹) | εν μυρισμω] pr και U+05D0* (om U+05D0A U+05D0c.a) 8 εδησατο] ?? ?? 9 ο ακινακης] ακινακις A 10 τολμην A | ερραχθησαν] ?? ?? ?? 11 οι ασθ.] om οι Bᵃᵇ | επτοησαν U+05D0* (επτοηθησαν ?? ?? U+05D0* (ουτων U+05D0c.a) 12 παιδες A | ετι- τρωσκον] + αυτους U+05D0 13 ??] κω A 14 απεστειλας] επεστρεψας U+05D0 | ωκοδομησεν] ?? 15 σαλευθησεται πετραι δ (δε A)] εσαλευ- θησαν·|| σαλευθησεται| ?? εσαλευθησαν·|| πετραι δε U+05D0c.ᵃ | τακησεται A | ευιλατευεις Bᵇ (ευειλ. ?? ?? U+05D0* (ιλ. U+05D0c.a) ευειλατευσεις A 16 ολο- καυτωμα] ολοκαρπωμα U+05D0 17 επανιστανομενοις U+05D0A)
    814
    [*](B)
  • Κύριος Παντοκράτωρ ἐκδικήσει αὐτοὺς ἐν ἡμέρᾳ κρίσεως,
  • (21)δοῦναι πῦρ καὶ σκώληκας εἰς σάρκας αὐτῶν,
  • καὶ κλαύσονται ἐν αἰσθήσει ἕως αἰῶνος.
  • Ὡς δὲ ἤλθοσαν εἰς Ἰερουσαλήμ, προσεκύνησαν τῷ θεῷ, καὶ ἡνίκα ἐκαθαρίσθη ὁ λαός, ἀνήνεγκαν τὰ ὁλοκαυτώματα αὐτῶν καὶ τὰ ἑκούσια αὐτῶν καὶ τὰ δόματα.

    καὶ ἀνέθηκεν Ἰουδεὶθ πάντα τὰ σκεύη Ὀλοφέρνου ὅσα ἔδωκεν ὁ λαὸς αὐτῇ, καὶ τὸ κωνώπιον ὃ ἔλαβεν ἑαυτῇ ἐκ τοῦ κοιτῶνος αὐτοῦ εἰς ἀνάθημα τῷ θεῷ ἔδωκεν.

    καὶ ἣν ὁ λαὸς εὐφραινόμενος ἐν Ἰερουσαλὴμ κατὰ πρόσωπον τῶν ἁγίων ἐπὶ μῆνας τρεῖς, καὶ Ἰουδεὶθ μετʼ αὐτῶν κατέμενεν.

    Μετὰ δὲ τὰς ἡμέρας ταύτας ἀνέζευξεν ἕκαστος εἰς τὴν κληρονομίαν αὐτοῦ, καὶ Ἰουδεὶθ ἀπῆλθεν εἰς Βαιτυλουὰ καὶ κατέμεινεν ἐπὶ τῆς ὑπάρξεως αὐτῆς· καὶ ἐγένετο κατὰ τὸν καιρὸν αὐτῆς ἔνδοξος ἐν πάσῃ τῇ γῇ.

    καὶ πολλοὶ ἐπεθύμησαν αὐτήν, καὶ οὐκ ἔγνω ἀνὴρ αὐτὴν πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτῆς, ἀφʼ ἧς ἡμέρας ἀπέθανεν Μανασσῆς ὁ ἀνὴρ αὐτῆς καὶ προσετέθη πρὸς τὸν λαὸν αὐτοῦ.

    καὶ ἦν προβαίνουσα μεγάλη σφόδρα, (28)καὶ ἐγήρασεν ἐν τῷ οἴκῳ τοῦ ἀνδρὸς αὐτῆς ἔτη ἑκατὸν πέντε, καὶ ἀφῆκεν τὴν ἄβραν αὐτῆς ἐλευθέραν. καὶ ἀπέθανεν εἰς Βαιτυλουα, καὶ ἔθαψαν αὐτὴν ἐν τῷ σπηλαίῳ τοῦ ἀνδρὸς αὐτῆς Μανασσῆ.

    καὶ ἐπένθησεν αὐτὴν οἶκος Ἰσραὴλ ἡμέρας ἑπτά. καὶ διεῖλεν τὰ ὑπάρχοντα αὐτῆς πρὸ τοῦ ἀποθανεῖν αὐτὴν πᾶσι τοῖς ἔγγιστα Μανασσῆ τοῦ ἀνδρὸς αὐτῆς καὶ τοῖς ἔγγιστα τοῦ γένους αὐτῆς.

    καὶ οὐκ ἦν ἔτι ὁ ἐκφοβῶν τοὺς υἱοὺς Ἰσραὴλ ἐν ταῖς ἡμέραις Ἰουδεὶθ καὶ μετὰ τὸ ἀποθανεῖν αὐτὴν ἡμέρας πολλάς. ἀμήν.