Judith

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

καὶ εἰσῆλθεν Βαγώας καὶ ἔκρουσε τὴν αὐλαίαν τῆς σκηνῆς· ὑπενοεῖτο γὰρ καθεύδειν αὐτὸν μετὰ Ἰουδείθ.

ὡς δʼ οὐθεὶς ἐπήκουσεν, διαστείλας εἰσῆλθεν εἰς τὸν κοιτῶνα, καὶ εὗρεν αὐτὸν ἐπὶ τῆς χελωνίδος ἐριμμένον νεκρόν, καὶ ἡ κεφαλὴ αὐτοῦ αφῄρητο ἀπʼ αὐτοῦ.

καὶ ἐβόησεν φωνῇ μεγάλῃ μετὰ κλαυθμοῦ καὶ στεναγμοῦ καὶ βοῆς ἰσχυρᾶς, καὶ διέρρηξεν τὰ ἱμάτια αὐτοῦ.

καὶ εἰσῆλθεν εἰς τὴν σκηνὴν οὗ ἦν Ἰουδεὶθ καταλύουσα, καὶ οὐχ εἶρεν αὐτὴν· καὶ ἐξεπήδησεν εἰς τὸν λαὸν (¹⁶)κράζων

Ἠθέτησαν οἱ δοῦλοι, ἐποίησεν αἰσχύνην μία γυνὴ τῶν Ἐβραίων εἰς τὸν οἶκον τοῦ βασιλέως Ναβουχοδονοσόρ· ὅτι ἰδοὺ Ὀλοφέρνης χαμαί, καὶ ἡ κεφαλὴ οὐκ ἔστιν ἐπʼ αὐτῷ.

ὡς δὲ ἤκουσαν τὰ ῥήματα οἱ ἄρχοντες τῆς δυνάμεως Ἀσσούρ, τοὺς χιτῶνας αὐτῶν διέρρηξαν, καὶ ἐταράχθη αὐτῶν ἡ ψυχὴ σφόδρα, (¹⁸) καὶ ἐγένετο αὐτῶν κραυγὴ καὶ βοὴ μεγάλη σφόδρα ἐν μέσῳ τῆς παρεμβολῆς.

Καὶ ὡς ἤκουσαν οἱ ἐν τοῖς σκηνώμασιν ὄντες, ἐξέστησαν ἐπὶ τὸ γεγονός,

καὶ ἐπέπεσεν ἐπʼ αὐτοὺς τρόμος καὶ φόβος, (²)καὶ οὐκ ἦν ἄνθρωπος μένων κατὰ πρόσωπον τοῦ πλησίον ἔτι, ἀλλ᾿ ἐκχυθέντες ὁμοθυμαδὸν ἔφευγον ἐπὶ πᾶσαν ὁδὸν τοῦ πεδίου καὶ τῆς ὀρινῆς.

καὶ οἱ παρεμβεβληκότες ἐν τῇ ὀρίνῇ κύκλῳ Βαιτυλουὰ καὶ ἐτράπησαν εἰς φυγὴν· καὶ τότε οἱ υἱοὶ Ἰσραὴλ πᾶς ἀνὴρ πολεμιστὴς ἐξ αὐτῶν ἐξεχύθησαν ἐπʼ αὐτούς.

καὶ ἀπέστειλεν Ὀζείας εἰς Βαιτομασθάιμ καὶ Χωβαὶ καὶ Χωλὰ καὶ εἰς πᾶν ὅριον Ἰσραὴλ τοὺς ἀπαγγέλλοντας ὑπέρ τῶν συντετελεσμένων, καὶ ἴνα πάντες ἐπεκχυθῶσιν τοῖς πολεμίοις εἰς τὴν ἀναίρεσιν αὐτῶν.

ὡς δέ ἤκουσαν οἱ υἱοὶ Ἰσραήλ, πἀντες [*](U+05D0A) [*](13 παρεγενοντο] παραγεν. U+05D0* ᵛⁱᵈ (παρεγ. U+05D0¹) παρεγενε|νοντο A | καταβαι- νειν] καταβηναι U+05D0 | εξολοθρ. Bᵇ 14 εκρουσε| A | αυλαιαν] αυλην A | υπε- νοει U+05D0A 15 δ] δε U+05D0A | ουδεις U+05D0 | υπηκουσεν A | διεστειλας A | ερριμμ. Bc.aU+05D0A | αφειρητο 17 κραζων] λεγω| U+05D0 και εβοησεν A 18 του βασ.] om του U+05D0 19 τα ρηματα] pr ταυτα A | διερρηξαν τους χιτ. ουτων U+05D0Α | η ψυχη ουτων A X V 1 οι εν] om οι U+05D0 | τοις σκηνωμασιν] τω σκηνω|ματι U+05D0 2 επεπεσεν] επεσεν U+05D0A | αυτοις U+05D0* (αυτους Bᵇ) | φοβος κ. τρομος A | του πλησιον] αυτου πλ. (om αυ U+05D0¹) 3 πα|ραβεβληκοτες U+05D0 | Βαιτουλουα U+05D0 Βετυλουα A | om και 2⁰ U+05D0A | om) επ αυτους U+05D0 4 επεστειλεν U+05D0 | Οζιας Bᵇ | Βαιτομασθεν U+05D0 | Χωβαι και Χωλα] Αβελβαιμ και Χωβα U+05D0* (Αβ. κ. Χωβαι κ| Κεειλα U+05D0c.ᵃ) Βηβαι και Χωβαι και Κωλα A | απαγγελλοντας] αποστελλοντας U+05D0* (απαγγ. U+05D0c.a) | συντελεσμενων A | επεκχυθωσι U+05D0 απεκχυθωσιν A)

811
ὁμοθυμαδὸν ἐπέπεσον ἐπʼ αὐτοὺς καὶ ἔκοπτον αὐτοὺς ἕως Χωβά. [*](zB) ὡσαύτως δέ καὶ οἱ ἐξ Ἰερουσαλὴμ παρεγενήθησαν καὶ ἐκ πάσης τῆς ὀρίνῆς, ἀνήγγειλαν γὰρ αὐτοῖς τὰ γεγονότα τῇ παρεμβολῇ τῶν ἐχθρῶν αὐτῶν· καὶ οἱ ἐν Γαλαὰδ καὶ οἱ ἐν τῇ Γαλειλαίᾳ ὑπερεκέρασαν αὐτοὺς πληγῇ μεγάλῃ, ἕως οὗ παρῆλθον Δαμασκὸν καὶ τὰ ὅρια αὐτῆς.

οἱ δὲ λοιποὶ οἱ κατοικοῦντες Βαιτυλουὰ ἐπέπεσαν τῇ παρεμβολῇ Ἀσσοὺρ καὶ ἐπρονόμευσαν αὐτούς, καὶ ἐπλούτησαν σφόδρα.

οἱ δὲ υἱοὶ Ἰσραὴλ ἀναστρέψαντες ἀπὸ τῆς κοπῆς ἐκυρίευσαν τῶν λοιπῶν, καὶ αἵ κῶμαι καὶ ἐπαύλεις ἐν τῇ ὀρινῇ καὶ πεδινῇ ἐκράτησαν πολλῶν λαφύρων, ἦν γὰρ πλῆθος πολὺ σφόδρα.

Καὶ Ἰωακεὶμ ὁ ἱερεὺς ὁ μέγας καὶ ἡ γερουσία τῶν υἱῶν Ἰσραὴλ οἱ κατοικοῦντες ἐν Ἰερουσαλὴμ ἦλθον τοῦ θεάσασθαι τὰ ἀγαθὰ ἃ ἐποίησεν Κύριος τῷ Ἰσραήλ, καὶ τοῦ ἰδεῖν τὴν Ἰουδεὶθ καὶ λαλῆσαι μετʼ αὐτῆς εἰρήνην.

ὡς δὲ εἰσῆλθον πρὸς αὐτήν, εὐλόγησαν αὐτὴν πάντες ὁμοθυμαδὸν καὶ εἶπαν πρὸς αὐτήν Σὺ ὕψωμα Ἰερουσαλήμ, σὺ γαυρίαμα μέγα τοῦ Ἰσραήλ, σὺ καύχημα μέγα τοῦ γένους ἡμῶν.

ἐποίησας πάντα ταῦτα ἐν χειρί σου, ἐποίησας τὰ ἀγαθὰ μετὰ Ἰσραήλ, καὶ εὐδοκήσοι ἐπʼ αὐτοῖς ὁ θεός· εὐλογημένη γίνου παρὰ τῷ παντοκράτορι κυρίῳ εἰς τὸν αἰῶνα χρόνον. (¹²)καὶ εἶπεν πᾶς ὁ λαός Γένοιτο.

καὶ ἐλαφύρευσεν πᾶς ὁ λαὸς τὴν παρεμβολὴν ἐφʼ ἡμέρας τριάκοντα, (¹⁴)καὶ ἔδωκαν τῇ Ἰουδεὶθ τὴν σκηνὴν Ὀλοφέρνου καὶ πάντα τὰ ἀργυρώματα καὶ τὰς κλίνας καὶ τὰ ὅλκια καὶ πάντα τὰ σκευάσματα αὐτοῦ· καὶ λαβοῦσα αὕτη ἐπέθηκεν ἐπὶ τὴν ἡμίονον αὐτῆς, καὶ ἔζευξεν τὰς ἁμάξας αὐτῆς, καὶ ἐσώρευσεν αὐτὰ ἐπʼ αὐτῶν.

Καὶ συνέδραμεν πᾶσα γυνὴ Ἰσραὴλ τοῦ ἰδεῖν αὐτήν, καὶ εὐλόγησαν αὐτήν, καὶ ἐποίησαν αὐτῇ χορὸν ἐξ αὐτῶν· καὶ ἔλαβεν θύρσους ἐν ταῖς [*](5 επεπεσον] επιπεσοντες U+05D0 | om και 1⁰ U+05D0 | εκοπτοντο A | εξ] εν U+05D0 | τα U+05D0A γεγονοτα] pr οι U+05D0* (om U+05D0¹c.a) | Γαλααδ] pr τη A | Γαλιλαια BᵇA | πληγην μεγαλην U+05D0 | και τα] κατα τα U+05D0 6 Βαιτουλουα U+05D0 | επεπεσον A 7 ε| εκυ- ριευσαν B* (om ε 1⁰ Bᵃᵇ) | επαυλεις] αι πολεις U+05D0A | εν] pr αι U+05D0 | ορεινη BᵃᵇU+05D0 8 om ηλθον U+05D0* (hab U+05D0c.a) | εποιησεν] εποιη| U+05D0 | την Ιουδειθ] om την A λαλησαι] pr του U+05D0 9 εισηλθον] εξηλθαν U+05D0 εισηλθαν A ¦ συ 1⁰] + ει U+05D0 | 10 ταυτα παντα U+05D0A | εποιησας 2⁰] ευ ποιησας A | Ισραηλ] Ιληʼ A | ευδοκησαι] ευδοκησεν U+05D0A | επ] εν A* ᵛⁱᵈ | παρα] pr τω U+05D0* (om U+05D0¹⁽ᵛⁱᵈ) 11 om πας U+05D0A | εφ] επι U+05D0 | Ολοφερνους U+05D0* (Ολοφερνου U+05D0c.ᵃ) | ολκεια U+05D0A | σκευα- σματα] κατασκευασματα U+05D0Α | αυτη] αυτα U+05D0 | επεθηκεν] εθηκεν U+05D0 | επ] μετ A | 12 om αυτην και εποιησαν A* (ευλογησαν et αυτη signis not Aᵃ?) | ουτων] | εαυτων U+05D0 | ελαβον U+05D0 (ελαβεν U+05D01(vid)c.a))

812
[*](B) χερσὶν αὐτῆς, καὶ ἔδωκεν ταῖς γυναιξὶν ταῖς μετʼ αὐτῆς,

καὶ ἐσπεφανώσαντο τὴν ἐλαίαν αὕτη καὶ αἱ μετʼ αὐτῆς· καὶ προῆλθεν παντὸς τοῦ λαοῦ ἐν χορείᾳ ἡγουμένη πασῶν τῶν γυναικῶν, καὶ ἠκολούθει πᾶς ἀνὴρ Ἰσραὴλ ἐνωπλισμένοι μετὰ στεφάνων καὶ ὕμνων ἐν τῷ στόματι αὐτῶν.

καὶ ἐξῆρχεν Ἰουδεὶθ τὴν ἐξομολόγησιν ταύτην ἐν παντὶ Ἰσραήλ, καὶ ὑπερεφώνει πᾶς ὁ λαὸς τὴν αἴνεσιν ταύτην·