Judith
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.
καὶ ἄξω σε διὰ μέσου τῆς Ἰουδαίας ἕως τοῦ ἐλθεῖν ἀπέναντι Ἰερουσαλήμ, καὶ θήσω τὸν δίφρον σου ἐν μέσῳ αὐτῆς, καὶ ἄξεις αὐτοὺς ὡς πρόβατα οἷς οὐκ ἔστιν ποιμήν, καὶ οὐ γρύξει κύων τῇ γλώσσῃ αὐτοῦ ἀπέναντί σου· (¹⁶)ὅτὶ ταῦτα ἐλαλήθη μοι κατὰ πρόγνωσίν μου καὶ ἀπηγγέλη μοι, (¹⁷)καὶ ἀπεστάλην ἀναγγεῖλαί σοι.
Καὶ ἤρεσαν οἱ λόγοι αὐτῆς ἐναντίον Ὁλοφέρνου καὶ ἐναντίον πάντων τῶν θεραπόντων αὐτοῦ, καὶ ἐθαύμασαν ἐπὶ τῇ σοφίᾳ αὐτῆς καὶ εἶπαν
Οὐκ ἔστιν τοιαύτη γυνὴ ἀπʼ ἄκρου ἕως ἄκρου τῆς γῆς, ἐν καλῷ προσώπῳ καὶ συνέσει λόγων.
καὶ [*](U+05D0A) [*](11 επιπεσειται] pr κ Bᵃ (ᵐᵍ⁾U+05D0c.a pr και A | προσωπου U+05D0Α | κατελαβετο] καταλαβοι A | εν τω U+05D0* (εν ω U+05D0c.a) | παροργιουσι | αν] εαν U+05D0A 12 om γαρ A | εξελειπεν] εξελιπεν BᵇU+05D0 παρεξελειπεν A | βρωματα] + ουτων A | κτησιν U+05D0* (κτηνεσιν U+05D0c.a 13 δεκατα A* (ς superscr A¹) | om α A | ουδε] ουδ εν A | post χερσιν] excidit fol in U+05D0 15 αν] εαν A 17 ερει] αναγγελει A 10 [?ι] σου οτι ταυτα ελαλη sup ras B¹?ᵃᵇ | μοι ταυτα ελαληθη A | απηγγελη] ανηγγελη A)
καὶ νῦν ἀστεία εἶ σὺ ἐν τῷ εἴδει σου καὶ ἀγαθὴ ἐν τοῖς λόγοις σου· ὅτι ἐὰν ποιήσῃ καθὰ ἐλάλησας, ὁ θεός σου ἔσται μοῦ θεός, καὶ σὺ ἐν οἴκῳ Ναβουχοδονοσὸρ βασιλέως καθήσῃ, καὶ ἔσῃ ὀνομαστὴ παρὰ πᾶσαν τὴν γῆν.
Καὶ ἐκέλευσεν εἰσαγαγεῖν αὐτὴν οὗ ἐτίθετο τὰ ἀργυρώματα αὐτοῦ, καὶ συνέταξεν καταστρῶσαι αὐτῇ ἀπὸ τῶν ὀψοποιημάτων αὐτοῦ καὶ τοῦ οἴνου αὐτοῦ πίνειν.
καὶ εἶπεν Ἰουδείθ Οὐ φάγομαι ἐξ αὐτῶν, ἵνα μὴ γένηται σκάνδαλον, ἀλλʼ ἐκ τῶν ἠκολουθηκότων μοι χορηγηθήσεται.
καὶ εἶπεν πρὸς αὐτὴν Ὀλοφέρνης Ἐὰν δὲ ἐκλίπῃ τὰ μετὰ σοῦ ὄντα, πόθεν ἐξοίσομέν σοι δοῦναι ὅμοια αὐτοῖς; οὐ γάρ ἐστιν μεθʼ ἡμῶν ἐκ τοῦ ἔθνους σου.
καὶ εἶπεν Ἰουδεὶθ πρὸς αὐτόν Ζῇ ἡ ψυχή σου, κύριέ μου, ὅτι οὐ δαπανήσει ἡ δούλη σου τὰ ὄντα μετ᾿ ἐμοῦ ἕως ἂν ποιήσῃ ἐν χειρί μου ἃ ἐβουλεύσατο.
καὶ ἠγάγοσαν αὐτὴν οἱ θεράποντες Ὀλοφέρνου εἰς τὴν σκηνήν, καὶ ὕπνωσεν μέχρι μεσούσης τῆς νυκτός· καὶ ἀνέστη πρὸς τὴν ἑωθινὴν φυλακήν,
καὶ ἀπέστειλεν πρὸς Ὀλοφέρνην λέγουσα Ἐπιταξάτω δὴ ὁ κύριός μου ἐᾶσαι τὴν δούλην σου ἐπὶ προσευχὴν ἐξελθεῖν.
καὶ προσέταξεν Ὀλοφέρνης τοῖς σωματοφύλαξιν μὴ διακωλύειν αὐτήν. καὶ παρέμεινεν ἐν τῇ παρεμβολῇ ἡμέρας τρεῖς· (7) καὶ ἐξεπορεύετο κατὰ νύκτα εἰς τὴν φάραγγα Βαιτυλουά, καὶ ἐβαπτίζετο ἐν τῇ παρεμβολῇ ἐπὶ τῆς πηγῆς τοῦ ὕδατος.
καὶ ὡς ἀνέβη, ἐδέετο τοῦ κυρίου θεοῦ Ἰσραὴλ κατευθῦναι τὴν ὁδὸν αὐτῆς εἰς ἀνάστημα τῶν υἱῶν τοῦ λαοῦ αὐτοῦ.
καὶ εἰσπορευομένη καθαρὰ παρέμενεν τῇ σκηνῇ, μέχρι οὗ προσηνέγκατο τὴν τροφὴν αὐτῆς πρὸς ἑσπέραν.
Καὶ ἐγένετο ἐν τῇ ἡμέρᾳ τῇ τετάρτῃ ἐποίησεν Ὀλοφέρνης πότον τοῖς δούλοις αὐτοῦ μόνοις, καὶ οὐκ ἐκάλεσεν εἰς τὴν χρῆσιν οὐδένα τῶν πρὸς ταῖς χρείαις.
καὶ εἶπεν Βαγώᾳ τῷ εὐνούχῳ, ὃς ἣν ἐφεστηκὼς ἐπὶ πάντων τῶν αὐτοῦ Πεῖσον δὴ πορευθεὶς τὴν γυναῖκα τὴν Ἐβραίαν ἥ ἐστιν παρὰ σοὶ τοῦ ἐλθεῖν πρὸς ἡμᾶς καὶ φαγεῖν καὶ πιεῖν μεθʼ ἡμῶν.
ἰδοὺ γὰρ αἰσχρὸν τῷ προσώπῳ ἡμῶν εἰ γυναῖκα τοιαύτην παρήσομεν οὐχ ὁμιλήσαντες αὐτῇ· ὅτι ἐὰν ταύτην μὴ ἐπισπασώμεθα, καταγελάσεται ἡμῶν.
καὶ ἐξῆλθεν Βαγώας ἀπὸ προσώπου Ὀλοφέρνου, καὶ εἰσῆλθεν πρὸς αὐτὴν καὶ εἶπεν Μὴ ὀκνησάτω δὴ ἡ παιδίσκη ἡ καλὴ αὕτη ἐλθοῦσα πρὸς τὸν κύριόν μου δοξασθῆναι κατὰ πρόσωπον αὐτοῦ, καὶ πίεσαι μεθʼ ἡμῶν εἰς εὐφροσύνην οἶνον, καὶ γενηθῆναι ἐν τῇ ἡμέρᾳ ταύτῃ ὡς θυγάτηρ μία τῶν υἱῶν Ἀσσοὺρ αἰ παρεστήκασιν ἐν οἴκῳ Ναβουχοδονοσόρ.
καὶ εἶπεν πρὸς αὐτὸν Ἰουδείθ Καὶ τίς εἰμι ἐγὼ ἀντεροῦσα τῷ κυρίῳ μου ; ὅτι πᾶν ἔσται ἐν τοῖς ὀφθαλμοῖς αὐτοῦ ἀρεστὸν σπεύσασα ποιήσω, καὶ ἔσται τοῦτό μοι ἀγαλλίαμα ἕως ἡμέρας θανάτου μου.
καὶ διαναστᾶσα ἐκοσμήθη τῷ ἱματισμῷ καὶ παντὶ τῷ κόσμῳ τῷ γυναικείῳ· καὶ προῆλθεν ἡ δούλη αὐτῆς καὶ ἔστρωσεν αὐτῇ κατέναντι Ὀλοφέρνου χαμαὶ τὰ κώδια, ἃ ἔλαβεν παρὰ Βαγώου εἰς τὴν καθημερινὴν δίαιταν αὐτῆς εἰς τὸ ἐσθίειν κατακλινομένην ἐπʼ αὐτῶν.