Judith

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

Σέσωκας τὴν ψυχὴν σου σπεύσασα καταβῆναι εἰς πρόσωπον τοῦ κυρίου ἡμῶν· καὶ νῦν πρόσελθε ἐπὶ τὴν σκηνὴν αὐτοῦ, καὶ ἀφʼ ἡμῶν προπέμψουσίν σε ἕως παραδῶσίν σε εἰς χεῖρας αὐτοῦ.

ἐὸν δὲ στῆς ἐναντίον αὐτοῦ, μὴ φοβηθῇς τῇ καρδίᾳ σου, ἀλλὰ ἀνάγγειλον κατὰ τὰ ῥήματά σου, καὶ εἶ σε ποιήσει.

καὶ ἀπέλεξαν ἐξ αὐτῶν ἄνδρας ἑκατόν, καὶ παρέζευξαν αὐτῇ καὶ τῇ ἅβρᾳ αὐτῆς, καὶ ἤγαγον αὐτὰς ἐπὶ τὴν σκηνὴν Ὀλοφέρνου.

καὶ ἐγένετο συνδρομὴ ἐν τῇ παρεμβολῇ, διεβοήθη γὰρ εἰς τὰ σκηνώματα ἡ παρουσία αὐτῆς· καὶ ἐλθόντες ἐκύκλουν αὐτὴν ὡς ἱστήκει ἔξω τῆς σκηνῆς Ὀλοφέρνου, ἕως προσήγγειλαν αὐτῷ περὶ αὐτῆς.

καὶ ἐθαύμαζον ἐπὶ τῷ κάλλει αὐτῆς, καὶ ἐθαύμαζον τοὺς υἱοὺς Ἰσραὴλ ἀπʼ αὐτῆς· καὶ εἶπεν ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ Τίς καταφρονήσει τοῦ λαοῦ τούτου ὃς ἔχει ἐν ἑαυτῷ γυναῖκας τοιαύτας; ὅτι οὐ καλόν ἐστιν ὑπολείπεσθαι ἐξ αὐτῶν ἄνδρα ἕνα, οἱ ἀφεθέντες δυνήσονται κατασοφίσασθαι πᾶσαν τὴν γῆν.

καὶ ἐξῆλθον οἱ παρακαθεύδοντες Ὀλοφέρνῃ καὶ πάντες οἱ θεράποντες αὐτοῦ, καὶ εἰσήγαγον αὐτὴν εἰς τὴν σκηνήν.

καὶ ἦν Ὀλοφέρνης ἀναπαυόμενος ἐπὶ τῆς κλίνης αὐτοῦ ἐν τῷ κωνωπίῳ, ὁ ἦν ἐκ πορφύρας καὶ χρυσίου καὶ σμαράγδου καὶ λίθων πολυτελῶν καθυφασμένων.

καὶ ἀνήγγειλαν αὐτῷ περὶ αὐτῆς, καὶ ἐξῆλθεν εἰς τὸ προσκήνιον, καὶ λαμπάδες ἀργυραῖ προάγουσαι αὐτοῦ.

ὡς δὲ ἦλθεν κατὰ πρόσωπον αὐτοῦ Ἰουδεὶθ καὶ τῶν θεραπόντων αὐτοῦ, ἐθαύμασαν πάντες ἐπὶ τῷ κάλλει τοῦ προσώπου· καὶ [*](U+05D0A) [*](12 διδοσθαι] διδοναι U+05D0 13 το προσωπον] om το U+05D0 | αναγγειλαι] απαγ- γειλαι U+05D0Α (λαι sup ras Aᵃ) | ρηματα sup ras Aa (seq ras 1 lit) 14 αυτης 1⁰] ταυτα U+05D0 | θαυμασιον] θαυμαστον U+05D0 θαυμασια A | om τω καλλει U+05D0 15 εις προσ. του κυριου] προς τον κν U+05D0 | παραδωσι U+05D0 παραδωσουσι U+05D0c.a παραδω- σουσιν A 16 ευ] ευθη A 17 επελεξαν BᵇU+05D0c.ᵃA | Ολοφερνου] pr του U+05D0 18 τη παρεμβολη] pr παση Bᵃᵇ ᵐᵍU+05D0A | ειστηκει Bᵃᵇ 19 επι τω καλλει...απο (sic) αυτης in mg et sup ras A (om επι.. εθαυμαζον (2⁰) A*) | ειπαν A | om ου U+05D0* (hab U+05D0c.ᵃ) | om εστιν U+05D0 | υπολιπε|αθαι ανδρα εξ αυ|των ενα U+05D0 εξ αυτω| υπολειπεσθαι ανδρα ενα A 21 καθυφασμενον U+05D0 23 προσωπου] + αυτης U+05D0A)

803
πεσοῦσα ἐπὶ πρόσωπον προσεκύνησεν αὐτῷ, καὶ ἤγειραν αὐτὴν [*](B) οἱ δοῦλοι αὐτοῦ.

Καὶ εἶπεν πρὸς αὐτὴν Ὀλοφέρνης Φάρσησον, γύναι, μὴ φοβηθῇς τῇ καρδίᾳ σου· ὅτι ἐγὼ οὐκ ἐκάκωσα τῆς γῆς.

καὶ νῦν ὁ λαός σου ὁ κατοικῶν τὴν ὀρινήν, εἰ μὴ ἐφαύλισάν με, οὐκ ἂν ἦρα τὸ δόρυ μου ἐπʼ αὐτούς, ἀλλὰ αὐτοὶ ἑαυτοῖς ἐποίησαν ταῦτα.

καὶ νῦν λέγε μοι τίνος ἕνεκεν ἀπέδρας ἀπʼ αὐτῶν καὶ ἦλθες πρὸς ἡμᾶς· ἤκεις γὰρ εἰς σωτηρίαν· θάρσει, ἐν τῇ νυκτὶ ταύτῃ ζήσῃ καὶ εἰς τὸ λοιπόν·

οὐ γὰρ ἔστιν ὃς ἀδικήσει σε, ἀλλʼ εὖ σε ποιήσει καθὰ γίνεται τοῖς δούλοις τοῦ κυρίου μου βασιλέως Ναβουχοδονοσόρ.

καὶ εἶπεν πρὸς αὐτὸν Ἰουδείθ Δέξαι τὰ ῥήματα τῆς δούλης σου, καὶ λαλησάτω ἡ παιδίσκη σου κατὰ πρόσωπόν σου, καὶ οὐκ ἀναγγελῶ ψεῦδος τῷ κυρίῳ μου ἐν τῇ νυκτὶ ταύτῃ.