Esther

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

καὶ ἰδοὺ δύο δράκοντες μέγαλοι ἕτοιμοι προῆλθον ἀμφότεροι παλαίειν· καὶ ἐγένετο ὐτῶν φωνὴ μεγάλη,

καὶ τῇ φωνῇ αὐτῶν ἡτοιμάσθη πᾶν ἔθνος εἰς πόλεμον ὥστε πολεμῆσαι δικαίων ἔθνος.

καὶ ἰδοὺ ἡμέρα σκότους καὶ γνόφου, θλίψις καὶ στενοχωρία, κάκωσις καὶ τάραχος μέγας ἐπὶ τῆς γῆς·

καὶ ἐταράχθη δίκαιον πᾶν ἔθνος, φοβούμενοι τὰ ἑαυτῶν κακά, καὶ ἡτοιμάσθησαν ἀπολέσθαι·

καὶ ἐβόησαν πρὸς τὸν θεόν. ἀπὸ δὲ τῆς βοῆς αὐτῶν ἐγένετο ὡσανεὶ ἀπὸ μικρᾶς πηγῆς ποταμὸς μέγας, ὕδωρ πολύ·

φῶς καὶ ὁ ἥλιος ἀνέτειλεν, καὶ οἱ ταπεινοὶ ὑψώθησαν καὶ κατέφαγον τοὺς ἐνδόξους.

καὶ διεγερθεὶς Μαρδοχαῖος ἑωρακὼς τὸ ἐνύπνιον τοῦτο, καὶ τί ὁ θεὸς βεβούλευται ποιῆσαι, εἶχεν αὐτὸ ἐν [*](Inscr Εσθηρ BU+05D0A (mutil) Α 1 Αρταρ|ξερξου A | om βασιλεως U+05D0A | U+05D0A Nισα U+05D0* (-σαν U+05D0?) A | ειδεν BᵃᵇU+05D0 | Ιαειρου U+05D0A | Σεμειου U+05D0A | φυλης] pr της U+05D0c.aA 2 εν Σουσοις] εν μεσ|οις A *vid εν μεσου|σοις (sic) A? 3 βα- σιλευς] pr ο U+05D0c.aA 4 και θορυβος] θορυβου A | ταραχος] pr και U+05D0c.aA 5 μεγαλοι] + δυο U+05D0* (improb δυο U+05D0?) | προσηλθον A | εγενοντο A φωναι μεγαλοι A 7 γνοφους A | om στενοχωρια A | om και 4° A 8 παν εθνος δικαιον A 9 ωσανει] ως αν U+05D0 om A 10 φως] φωτος U+05D0* (φως U+05D0c.a) pr και A | και 1⁰ om U+05D0* (hab U+05D0c.ᵃ) 11 εωρακως] pr ο U+05D0Α | βεβουλευται] βουλευεται A | αυτο] το ενυπνιον τουτο A)

756
[*](Β) τῇ καρδία, καὶ ἐν παντὶ λόγῳ ἤθελεν ἐπιγνῶναι αὐτὸ ἕως τῆς νυκτός.

καὶ ἡσύχασεν Μαρδοχαῖος ἐν τῇ αὐλῇ μετὰ Γαβάθα καὶ Θαρρὰ τῶν δύο εὐνούχων τοῦ βασιλέως τῶν φυλασσόντων τὴν αὐλήν,

ἤκουσέν τε αὐτῶν τοὺς λογισμοὺς καὶ τὰς μερίμνας αὐτῶν ἐξηραύνησεν, καὶ ἔμαθεν ὅτι ἑτοιμάζουσιν τὰς χεῖρας ἐπιβαλεῖν Ἀρταξέρξῃ τῷ βασιλεῖ καὶ ὑπέδειξεν τῷ βασιλεῖ περὶ αὐτῶν·

καὶ ἐξήτασεν ὁ βασιλεὺς τοὺς δύο εὐνούχους. καὶ ὁμολογήσαντες ἀπήχθησαν,

καὶ ἔγραψεν ὁ βασιλεὺς τοὺς λόγους τούτους εἰς μνημόσυνον, καὶ Μαρδοχαῖος ἔγραψεν περὶ τῶν λόγων τούτων·

καὶ ἐπέταξεν ὁ βασιλεὺς Μαρδοχαίῳ θεραπεύειν ἐν τῇ αὐλῇ, καὶ ἔδωκεν αὐτῷ δόματα περὶ τούτων.

καὶ ἦν Ἀμὰν Ἀμαδάθου Βουγαῖος ἔνδοξος ἐνώπιον τοῦ βασιλέως, καὶ ἐζήτησεν κακοποιῆσαι τὸν Μαρδοχαῖον καὶ τὸν λαὸν αὐτοῦ ὑπέρ τῶν δύο εὐνούχων τοῦ βασιλέως.

Καὶ ἐγένετο μετὰ τοὺς λόγους τούτους ἐν ταῖς ἡμέραις Ἀρταξέρξου, οὗτος ὁ Ἀρταξέρξης ἀπὸ τῆς Ἰνδικῆς ἑκατὸν εἴκοσι ἑπτὰ χωρῶν ἐκράτησεν.

ἐν αὐταῖς ταῖς ἡμέραις ὅτε ἐθρονίσθη ὁ βασιλεὺς Ἀρταξέρξης ἐν Σούσοις τῇ πόλει,

ἐν τῷ τρίτῳ ἔτει βασιλεύοντος αὐτοῦ, δοχὴν ἐποίησεν τοῖς φίλοις καὶ τοῖς λοιποῖς ἔθνεσιν καὶ τοῖς ΙΙερσῶν καὶ Μήδων ἐνδόξοις καὶ τοῖς ἄρχουσιν τῶν σατραπῶν.

καὶ μετὰ ταῦτα μετὰ τὸ δεῖξαι αὐτοῖς τὸν πλοῦτον τῆς βασιλείας αὐτοῦ καὶ τὴν δόξαν τῆς εὐφροσύνης τοῦ πλούτου αὐτοῦ ἐν ἡμέραις ἑκατὸν ὀγδοήκοντα·

ὅτε δὲ ἀνεπληρώθησαν αἱ ἡμέραι τοῦ γάμου, ἐποίησεν ὁ βασιλεὺς πότον τοῖς ἔθνεσιν τοῖς εὑρεθεῖσιν εἰς τὴν πόλιν ἐπὶ ἡμέρας ἓξ ἐν αὐλῇ οἴκου τοῦ βασιλέως,

κεκοσμημένῃ βυσσίνοις καὶ καρπασίνοις [*](U+05D0Α) [*](11 τη καρδια] om τη A | om και 3⁰ U+05D0* (superscr κ U+05D0c.a) | ηθελησεν A | επιγνωναι αυτο] επιγνωναι (επιγνουναι U+05D0* -γνων. U+05D0c.a) αυτον U+05D0 αυτο επι- γνωναι A | της νυκτος] om της A 12 ησυχαζεν U+05D0c.ᵃ | Θαρα U+05D0*ᵛⁱᵈ (-ρρας U+05D0c.ᵃ) 13 ηκουσε U+05D0* (-σεν U+05D0c.ᵇ) | τε BU+05D0*c.b] δε U+05D0c.a ᵛⁱᵈ γαρ A | τους λογισ | μους αυτων A | εξηρευνησε Bᵇ | ετοιμαζουσι U+05D0 | Αρταξερξει U+05D0A | τω βασιλει (2⁰)] τω sup ras A? 14 εξητασεν] σ sup ras Aᵃ | απηχθησαν] εξηχθησαν U+05D0*c.ᵇ (απηχθ. U+05D0c.ᵃ) A 16 αυτω] Μαρδοχαιω U+05D0c.ᵇ ᵐᵍ A | τουτων U+05D0c.b] αυτων U+05D0c.aA 17 Αμαδαθου] Αμαναδαθου B* ᵛⁱᵈ Ναμαναδ. ut vid Bᵇ (fort) (Αμαδ. Bᵃ?ᵇ) Αμαθαδου A | λαον α sup ras Bᵃ Ι 1 ο Αρταξερξης] om ο A | Ινδικης] + εως Αιθιοπιας U+05D0c.a ⁽ᵐᵍ) 2 αυταις] ταυταις A | εθρονισθη] ενεθρο- νισθη U+05D0c.a | om ο βασιλευς Αρταξερξης U+05D0* (hab U+05D0c.a mg inf) Αρταξ. ο βασιλευς A 3 εποιησεν δοχην U+05D0c.ᵃ | και τοις αρχουσιν] και τοις α sup ras Aᵃ | αρχουσι | U+05D0Aᵛⁱᵈ 4 om μετα 2⁰ U+05D0* (superscr U+05D0?) | αυτου 1⁰] του sup ras Aᵃ? | του πλου- του] pr και U+05D0* (improb και U+05D0?) | εν ημεραις] επι ημερας U+05D0 ημερας A 5 γαμου] ποτου U+05D0c.a mg A | πολιν] + απο μεγαλου κ εως μικρου ποτον U+05D0c.a ᵐᵍ inf | om επι A | οικου] pr του U+05D0A 6 κεκοσμημενω U+05D0* (-νη U+05D0c.ᵃ) A | καρπασιοις U+05D0?)

757
τεταμένοις ἐπὶ σχοινίοις βυσσίνοις καὶ πορφυροῖς, ἐπὶ κύβοις χρυσοῖς [*](B) καὶ ἀργυροῖς, ἐπὶ στύλοις παρίνοις καὶ λιθίνοις· κλίναι χρυσαῖ καὶ ἀργυραῖ ἐπὶ λιθοστρώτου σμαραγδίτου λίθου καὶ πιννίνου καὶ παρίνου λίθου, καὶ στρωμναὶ διαφανεῖς ποικίλως διηνθισμέναι, κύκλῳ ῥόδα πεπασμένα·

ποτήρια χρυσᾶ καὶ ἀργυρᾶ, καὶ ἀνθράκινον κυλίκιον προκείμενον ἀπὸ ταλάντων τρισμυρίων· οἶνος πολὺς καὶ ἡδύς, ὃν αὐτὸς ὁ βασιλεὺς ἔπινεν.