Esther

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

Ἐν γὰρ τῷ δωδεκάτῳ μηνὶ τρισκαιδεκάτῃ τοῦ μηνός, ὅς ἐστιν Ἀδάρ, παρῆν τὰ γράμματα τά γραφέντα ὑπὸ τοῦ βασιλέως.

ἐν αὐτῇ τῇ ἡμέρᾳ ἀπώλοντο οἱ ἀντικείμενοι τοῖς Ἰουδαίοις· οὐδεὶς γὰρ ἀντέστη, φοβούμενος αὐτούς.

οἱ γὰρ ἄρχοντες τῶν σατραπῶν καὶ οἱ τύραννοι καὶ οἱ βασιλικοὶ γραμματεῖς ἐτίμων τοὺς Ἰουδαίους· ὁ γὰρ φοβος Μαρδοχαίου ἐνέκειτο αὐτοῖς.

προσέπεσεν γὰρ τὸ πρόσταγμα τοῦ βασιλέως ὀνομασθῆναι ἐν πάσῃ τῇ βασιλείᾳ.

καὶ ἐν αὐτῇ τῇ πόλει ἀπέκτειναν οἱ Ἰουδαῖοι ἄνδρας πεντακοσίους,

τόν τε Φαρσὰν καὶ Νεσταὶν καὶ Δελφὼν καὶ Φασγὰ

καὶ Φαραδάθα καὶ Βαρσά καὶ Σαρβαχὰ

καὶ Μαρμασιμά καὶ Ῥουφαῖον καὶ Ἀρσαῖον καὶ Ζαβουθαῖιν,

τοὺς δέκα υἱοὺς Ἀμὰν Ἀμαδάθου Βουγαίου τοῦ ἐχθροῦ τῶν Ἰουδαίων, καὶ διήρπασαν

ἐν αὐτῇ τῇ ἡμέρᾳ· ἐπεδόθη τε ὁ ἀριθμὸς τῷ βασιλεῖ τῶν ἀπολωλότων ἐν Σούσοις.