Esther

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

χρώμενοι ταῖς μεταβολαῖς, τὰ δὲ ὑπὸ τὴν ὄψιν ἐρχόμενα διακρίνοντες ἀεὶ μετʼ ἐπιεικεστέρας ἀπαντήσεως.

ὡς γὰρ Ἀμὰν Ἀμαδάθου Μακεδὼν ταῖς ἀληθείαις ἀλλότριος τοῦ τῶν Περκῶν αἵματος καὶ πολὺ διεστηκὼς τῆς ἡμετέρας χρηστότητος, ἐπιξενωθεὶς ἡμῖν

ἔτυχεν ἧς ἔχομεν πρὸς πᾶν ἔθνος φιλανθρωπίας ἐπὶ τοσοῦτον ὥστε ἀναγορεύεσθαι ἡμῶν πατέρα καὶ προσκυνούμενον ὑπὸ πάντων τὸ δεύτερον τοῦ βασιλικοῦ θρόνου πρόσωπον διατελεῖν·

οὐκ ἐνέγκας δὲ τὴν ὑπερηφονίαν ἐπετήδευσεν τῆς ἀρχῆς στερῆσαι ἡμᾶς καὶ τοῦ πνεύματος,

τόν τε ἡμέτερον σαωτῆρα καὶ διὰ παντὸς εὐεργέτην Μαρδοχαῖον καὶ τὴν ἄμεμπτον τῆς βασιλείας κοινωνὸν Ἐσθὴρ σὺν παντὶ τῷ τούτων ἔθνει πολυπλόκοις μεθόδων παραλογισμοῖς αἰτησάμενος εἰς ἀπωλίαν·

διὰ γὰρ τῶν τρόπων τούτων ᾠἡθη λαβὼν ἡμᾶς ἐρήμους τὴν τῶν Περσῶν ἐπικράτησιν εἰς τοὺς Μακεδόνας μετάξαι.

ἡμεῖς δὲ τοὺς ὑπὸ τοῦ τρισαλιτηρίου παραδεδομένους εἰς ἀφανισμὸν Ἰουδαίους εὺρίσκομεν οὐ κακούργους ὄντας, δικαιοτάτοις δὲ πολιτευομένους νόμοις,

ὄντας δὲ υἱοὺς τοῦ ὑψίστου μεγίστου ζῶντος θεοῦ τοῦ [*](U+05D0A) [*](6 τω της κακοηθειας (.θιας U+05D0)] + τροπω U+05D0c. ᵃ⁽ᵐᵍ) των της αληθειας A | φευδει] +δε U+05D0* (om δε U+05D0c. a) | om παραλσγισμω A | παραλσγισαμενος U+05D0A | ευγνω- μοσυνην BU+05D0a?c.) ᵇ? A (εγν.)] επιγνωσιν U+05D0* 7 ου τοσουτον] ουτω ου|των | U+05D0* (ου τοσ. U+05D0c.a) | παλαιωτερων A | om ως U+05D0* (superscr U+05D0c.a) | παραδεδωκαμεν | U+05D0c.a | ρσα] οσον U+05D0 | ποδας] μερος U+05D0* (ποδ. U+05D0c.a) | υμας] υμιν U+05D0* (υμας U+05D0c.a) | | εκζητουν U+05D0* ( .ντας U+05D0c.a) | αναξια δυναστευοντων] αξιας δυναστευωlτο U+05D0* αξια | δυναστευοντῶ) U+05D0c.a αξιοδυναστευοντων A | λυμοτητι A 8 τα] το U+05D0* (τα | U+05D0c.a) | εις το την] και την U+05D0c.a το την U+05D0c.b(vid) | βασιλιαν U+05D0 9 χρωμενοι] | pr ου U+05D0c.a A | αει] δει U+05D0* (αει U+05D0c.a) | μετ] μετα U+05D0A | απαντησεως] αγανακτη- | σεως U+05D0* (απαντ. U+05D0c.a 10 Αμαδαθου] Αμαθου A | αληθιαις U+05D0 | διεστηκως] | incep λα U+05D0* (improb λα U+05D0?) 11 ωστε] ως A | αναγορευεσθαι] ανα- | πορευεσθαι U+05D0* (αναγορ. U+05D0?) | προσκυνουμενος A 12 επετηδευσε U+05D0 | επιτηδευσεν A | ημας στερησαι A | στερεσαι U+05D0* ( ρησαι U+05D0c. ᵃ) | ημας] υμας U+05D0 * (ημ. U+05D0c.a) | om και A 13 σωτηραν U+05D0* (improb ν U+05D0?) | βασιλειας] βασι- | λεως U+05D0* ( λειας U+05D0c.a) | τω] τοις U+05D0* (τω U+05D0c.a | απωλειαν BᵃᵇA 14 om | τουτων A | ωηθη] ηθη U+05D0 (ωηθη U+05D0c.a) ωηθει A | λαβειν U+05D0c.aA | ημας] τας | A | την] +τε U+05D0c.a A | των ΙΙερσων] om των A | Μακαιδονας U+05D0 15 ου | κακουργους] κακουργους ουκ A | δικαιοτατοις] αναγκαιοτατους U+05D0* (δικαιοτατοις | U+05D0c.a) 16 υιοις U+05D0* ( ους U+05D0c.a) | του υψιστου] om του A | μεγιστου bis scr Β)

775
κατευθύνοντος ἡμῖν τε καὶ τοῖς προγόνοις ἡμῶν τὴν βασιλείαν ἐν τῆ [*](B) καλλίστῃ διαθέσει.

καλῶς οὖν ποιήσετε μὴ προσχρησάμενοι τοῖς ὑπὸ Ἀμὰν Ἀμαδάθου ἀποσταλεῖσι γράμμασιν,

διὰ τὸ αὐτὸν τὸν ταῦτα ἐξεργασάμενον πρὸς ταῖς Σούσων πύλαις ἐσταυρῶσθαι σὺν τῇ πανοικίᾳ, τὴν καταξίαν τοῦ τὰ πάντα ἐπικρατοῦντος θεοῦ διὰ τάχους ἀποδόντος αὐτῷ κρίσιν·