Esther

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

διὰ τὸ αὐτὸν τὸν ταῦτα ἐξεργασάμενον πρὸς ταῖς Σούσων πύλαις ἐσταυρῶσθαι σὺν τῇ πανοικίᾳ, τὴν καταξίαν τοῦ τὰ πάντα ἐπικρατοῦντος θεοῦ διὰ τάχους ἀποδόντος αὐτῷ κρίσιν·

τὸ δὲ ἀντίγραφον τῆς ἐπιστολῆς ταύτης ἐκθέντες ἐν παντὶ τόπῳ μετὰ παρρησίας, ἐᾷν τοὺς Ἰουδαίους χρῆσθαι τοῖς ἑαυτῶν νομίμοις,

καὶ συνεπισχύειν αὐτοῖς ὅπως τοὺς ἐν καιρῷ θλίψεως ἐπιθεμένους αὐτοῖς ἀμύνωνται τῇ τρισκαιδεκἀτῃ τοῦ δωδεκάτου μηνὸς Αδὰρ τῇ αὐτῇ ἡμέρᾳ·

ταύτην γὰρ ὁ πάντα δυναστεύων θεὸς ἀντʼ ὀλεθρίας τοῦ ἐκλεκτοῦ γένους ἐποίησεν αὐτοῖς εὐφροσύνην.

καὶ ὑμεῖς οὖν ἐν ταῖς ἐπωνύμοις ὑμῶν ἑορταῖς ἐπί σημον ἡμέραν μετὰ πάσης εὐωχίας ἄγετε,

ὅπως καὶ νῦν καὶ μετὰ ταῦτα σωτηρία ἡμῖν καὶ τοῖς εὐνοοῦσιν Πέρσαις, τοῖς δὲ ἡμῖν ἐπιβουλεύουσιν μνημόσυνον τῆς ἀπωλείας.

πᾶσα δὲ πόλις ἢ χώρα τὸ σύνολον ἥτις κατὰ ταῦτα μὴ ποιήσῃ δόρατι καὶ πυρὶ καταναλωθήσεται μετʼ ὀργῆς· οὐ μόνον ἀνθρώποις ἄβατος, ἀλλὰ καὶ θηρίοις καὶ πετεινοῖς εἰς τὸν ἀπαντα χρόνον ἔχθιστος κατασταθήσεται.

τὰ δὲ ἀντίγραφα ἐκτιθέσθωσαν ὀφθαλμοφανῶς ἐν πάσῃ τῇ βασιλεία, ἑτοίμους τε εἶναι πάντας τοὺς Ἰουδαίους εἰς ταύτην τὴν ἡμέραν πολεμῆσαι αὐτῶν τοὺς ὑπεναντίους.

Οἱ μἐν οὖν ἱππεῖς ἐξνῆλθον σπεύδοντες τὰ ὑπὸ τοῦ βασιλέως λεγόμενα ἐπιτελεῖν· ἐξετέθη δὲ τὸ πρόσταγμα καὶ ἐν Σούσοις.

ὁ δὲ Μαρδοχαῖος ἐξῆλθεν [*](16 κατευθυνοντας U+05D0* (.τος U+05D0c.a) | ημιν] ημας U+05D0* (-μιν U+05D0c.a) | βασιλειαν] αγιαν U+05D0Α U+05D0*(βασιλιαν U+05D0c.a) 17 ποιησητεU+05D0 ποιησατε A | προσχρησαμενοι Β* προσ|χρλ Bc | Αμαν] Μαν A | Αμαδαθου] Αμαθαδου A | αποσταλιση U+05D0* ( σει U+05D0c.a) | γραμμασι A 18 δια 1⁰| pr ν U+05D0* (improb ν U+05D0?) | om τον U+05D0* (superscr U+05D0c.a) A | τα πανια] om τα U+05D0* (superscr τα U+05D0c.a) 19 εκθεντες] εκτεθεντος U+05D0* (εκθεντες U+05D0c.a) εκτεθεντες A | εαν] αν U+05D0* (εαν U+05D0c.a) | νομιμοις] νομοις U+05D0A 20 om αυτοις 2⁰ U+05D0* (superscr U+05D0c.a) | μυνωνται A* (αμ. A1fort) 21 ταυτη U+05D0* (ταυτην U+05D0c.a) A | om γαρ U+05D0* (hab U+05D0c.a) | ο πανια] επι πανια A | ολεθρειας U+05D0 | ευφροσυνην] pr εις U+05D0c.a) 22 υμεις] ημις U+05D0* ᵛⁱᵈ (υμις U+05D0c.a) | ουν] ου A) om υμων εορταις A | ημερας U+05D0* ( ραν U+05D0c.a) 23 σωτηρια ημιν και τοις ευ·, νοουσιν Περσαις] σωτ. υμιν και τοις ευνοουσιl Π. U+05D0* σωτ. μεν των ευνοουντων τοις ΙΙ. U+05D0c. ᵇ σωτ. μεν υμων κ. των ευνοουντων τοις ΙΙ. A | τοις δε ημιν επι- βουλευουσιν] των δε τουτοις επιβουλευσαντων A | απωλιας 24 χωρας U+05D0* (-ρα U+05D0?) | δορατι bis scr U+05D0* (improb 20 U+05D0?) | μετ οργης] pr κ U+05D0c.a (improb 5 U+05D0c. b) | om  εις τον αποντα χρονον A | εχθιστος] εχιστο ς U+05D0* εσχιστος U+05D0c.a) αισχιστος A | κατασταθησεται] αυτα σταθ. U+05D0* (κατασταθ,U+05D0c.a) V III 13 αν- τιγραφα] + της επιστολης U+05D0c.a | εκτιθεσθωσαν] εκτιθεσθω U+05D0 εκτεθεισθω A | βασιλια U+05D0 | τε] δε A 14 ιππεις] + 5 επιβα|ται των πο|ριων οι με|γιστανες | U+05D0c.a ᵐᵍ | σπευδοντες] + και διωκομενοι U+05D0c.a ⁽ᵐᵍ) | προσταγμα] εκθεμα A | Σου- ) σοις] + τη βαρει U+05D0c.a 15 εξηλθεν] + εκ προσωπου του βασιλεως U+05D0c.a ᵐᵍ)

776
[*](B) ἐστολισμένος τὴν βασιλικὴν στολὴν καὶ στέφανον ἔχων χρυσοῦν καὶ διάδημα βύσσινον πορφυροῦν· ἰδόντες δὲ οἱ ἐν Σούσοις ἐχάρη· σαν.

τοῖς δὲ Ἰουδαίοις ἐγένετο φῶς καὶ εὐφροσύνη

κατὰ πόλιν καὶ χὤραν οὗ ἂν ἐξετέθη τὸ πρόσταγμα, οὗ ἂν ἐξετέθη τὸ ἔκθεμα· χαρὰ καὶ εὐφροσύνη τοῖς Ἰουδαίοις, κώθων καὶ εὐφροσύνη· καὶ πολλοὶ τῶν ἐθνῶν περιετέμοντο καὶ ἰουδάιζον διὰ τὸν φόβον τῶν Ἰουδαίων.

Ἐν γὰρ τῷ δωδεκάτῳ μηνὶ τρισκαιδεκάτῃ τοῦ μηνός, ὅς ἐστιν Ἀδάρ, παρῆν τὰ γράμματα τά γραφέντα ὑπὸ τοῦ βασιλέως.