Esther

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

μνήσθητι, Κύριε, γνώσθητι ἐν καιρῷ θλίψεως ἡμῶν, καὶ ἐμὲ θάρσυνον, βασιλεῦ τῶν θεῶν [*](U+05D0A) [*](11 εκεκραξαν] εκραξεν U+05D0 εκεκραξεν A | θανατος] pr ο A 12 θανατου] ο sup ras Aa | κατειλημμενη] κατιλιμμενη U+05D0 κατηλιμμενη A 13 κεφαλην] om B* ᵛⁱᵈ (hab Bᵃ⁽ᵐᵍ) + αυτης U+05D0A | σωμα] + αυτης U+05D0A | κοσμου αγαλλιαματος | ...αυτης (2⁰)] αγαλλιαματος αυτης κοσμου επληρωσεν στρεπτων τριχων αυ sup| ras Aᵃ | επλησεν U+05D0 14 εδειτο] εδεετο A | Κυριε] + ο θς A 15 χειρι] pr τη A 16 εκ γενετης...πατριας] κε του πρς A | εν ηφυλη] εκ φυλης U+05D0 | ελαλησας] + αυτοις U+05D0A 17 και νυν] οτι A | ημαρτομεν] ημαρτηκα- | μεν A 19 εν πικρασμω] τω πικρ. A | δουλιας U+05D0 | ουτων] pr των ειδωλων | U+05D0* pr ουτων επι τας χειρας των ειδ. U+05D0 c.a ᵐᵍ 20 εμgφραξαι] ενgφραξη A | | στομα] στοματα U+05D0 | αινουντων] υμνουντων A | σου 4⁰] σοι A 21 ανοιξοι | στομα] ι 2⁰ et σ sup ras Aᵃ | εθνων εις α sup ras B¹?ab 22 σου] + κε U+05D0 | ουσι U+05D0 | καταγελασατωσαν] γελασατωσαν A | ουτων] αυτου U+05D0* (-των U+05D0c.a | | αυτους] αυτοις U+05D0* (-ους U+05D0c.a) | παραδειγματισον Bᵃᵇ A)

767
καὶ πάσης ἀρχῆς ἐπικρατῶν·

δὸς λόγον εὔρυθμον εἰς τὸ στόμα [*](B) μου ἐνώπιον τοῦ λέοντος, καὶ μετάθες τὴν καρδίαν αὐτοῦ εἰς μῖσος τοῦ πολεμοῦντος ἡμᾶς, εἰς συντέλειαν αὐτοῦ καὶ τῶν ὁμονοούντων αὐτῷ·

ἡμᾶς δὲ ῥῦσαι ἐν χειρί σου, καὶ βοήθησόν μοι τῇ μόνῃ καὶ μὴ ἐχούσῃ εἰ μὴ σέ, Κύριε. πάντων γνῶσιν ἔχεις,

καὶ οἶδας ὅτι ἐμίσησα δόξαν ἀνόμων, καὶ βδελύσσομαι κοίτην ἀπεριτμήτων καὶ παντὸς ἀλλοτρίου.

σὺ οἶδας τὴν ἀνάγκην μου, ὅτι βδελύσσομαι τὸ σημεῖον τῆς ὑπερηφανίας μου ὅ ἐστιν ἐπὶ τῆς κεφαλῆς μου ἐν ἡμέραις ὀπτασίας μου· βδελύσσομαι αὐτὸ ὡς ῥάκος καταμηνίων, καὶ οὐ φορῶ αὐτὸ ἐν ἡμέραις ἡσυχίας μου.

καὶ οὐκ ἔφαγεν ἡ δούλη σου τράπεζαν Ἁμάν, καὶ οὐκ ἐδόξασα συμπόσιον βασιλέως, οὐδὲ ἔπιον οἶνον σπονδῶν·

καὶ οὐκ ηὐφράνθη ἡ δούλη σου ἀφʼ ἡμέρας μεταβολῆς μου μέχρι νῦν πλὴν ἐπὶ σοί, Κύριε ὁ θεὸς Ἁβραάμ.

ὁ θεὸς ὁ ἰσχύων ἐπὶ πάντας, εἰσάκουσον φωνὴν ἀπηλπισμένων καὶ ῥῦσαι ἡμᾶς ἐκ χειρὸς τῶν πονηρευομένων, καὶ ῥῦσαί με ἐκ τοῦ φόβου μου.

[*](D)

Καὶ ἐγενήθη ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ ὡς ἐπαύσατο προσευχομένη, ἐξεδύσατο τὰ ἱμάτια τῆς θεραπείας καὶ περιεβάλετο τὴν δόξαν αὐτῆς·

καὶ γενηθεῖσα ἐπιφανής, ἐπικαλεσαμένη τὸν πάντων ἐπόπτην θεὸν καὶ σωτῆρα, παρέλαβεν τὰς δύο ἅβρας,

καὶ τῇ μὲν μιᾷ ἐπηρείδετο ὡς τρυφερευομένη,

ἡ δὲ ἑτέρα ἐπηκολούθει κουφίζουσα τὴν ἔνδυσιν αὐτῆς·