Esther

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

Καὶ βαδίσας Μαρδοχαῖος [*](C) ἐποίησεν ὅσα ἐνετείλατο αὐτῷ Ἐσθῆρ·

καὶ ἐδεήθη Κυρίου, μνημονεύων πάντα τὰ ἔργα Κυρίου,

καὶ εἶπεν Κύριε, κύριε βασιλεῦ πάντων κρατῶν, ὅτι ἐν ἐξουσίᾳ σου τὸ πᾶν ἐστιν, καὶ οὐκ ἔστιν ὁ ἀντιδοξῶν σοι ἐν τῷ θέλειν σε σῶσαι τὸν Ἰσραήλ·

ὅτι σὺ ἐποίησας τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ πᾶν θαυμαζόμενον ἐν τῇ ὑπʼ οὐρανόν,

καὶ κύριος εἶ πάντων, καὶ οὐκ ἔστιν ὃς ἀντιτάξεταί σοι τῷ κυρίῳ·

σὺ πάντα γινώσκεις, σὺ οἶδας, Κύριε, ὅτι οὐκ ἐν ὕβρει οὐδὲ ἐν ὑπερηφανίᾳ οὐδὲ ἐν φιλοδοξίᾳ ἐποίησα τοῦτο, τὸ μὴ προσκυνεῖν τὸν ὑπερήφανον Ἀμάν.

ὅτι ηὐδόκουν φιλεῖν πέλματα ποδῶν αὐτοῦ πρὸς σωτηρίαν Ἰσραήλ,

ἀλλὰ ἐποίησα τοῦτο ἵνα μὴ θῶ δόξαν ἀνθρώπου ὑπεράνω δόξης θεοῦ· καὶ οὐ προσκυνήσω οὐδένα πλὴν σοῦ τοῦ κυρίου μου, καὶ οὐ ποιήσω αὐτὰ ἐν ὑπερηφανίᾳ.

καὶ νῦν, Κύριε ὁ θεὸς ὁ βασιλεὺς ὁ θεὸς Ἀβραάμ, φεῖσαι τοῦ λαοῦ σου, ὅτι ἐπιβλέπουσιν ἡμῖν εἰς καταφθορὰν καὶ ἐπεθύμησαν ἀπολέσαι τὴν ἐξ ἀρχῆς κληρονομίαν σου·

μὴ ὑπερίδῃς τὴν μερίδα σου ἣν σεαυτῷ ἐλυτρώσω ἐκ γῆς Αἰγύπτου·

ἐπάκουσον τῆς δεήσεως μου καὶ ἱλάσθητι τῷ κλήρῳ σου, καὶ στρέψον τὸ πένθος ἡμῶν εἰς εὐωχίαν, ἵνα ζῶντες ὑμνῶμέν σου τὸ ὄνομα, Κὐριε, καὶ μὴ ἀφανίσῃς στόμα αἰνούντων σοι.

[*](14 αλλοθεν] δε A | ει] η U+05D0 om A 15 εξαπεστειλεν Εσθηρ] ειπεν Εσθηρ U+05D0A εξαποστειλαι παλι| A | ηκοντα] εικοτα U+05D0* (ηκοντα U+05D0c.a) | om προς αυτην A 16 εκκλησιασον] + μοι παντας U+05D0c.a | Ιουδαιους] pr ανδρας U+05D0* (om ανδρ. U+05D0c.a) επι] εφ A | καγω] και εγω A | ασιτησομεν] + ουτως U+05D0c.ᵃ | με η BU+05D0Aᵛⁱᵈ 17 οσα] pr κατα πανια U+05D0 ᵐᵍ inf C 1 εδεηθη] pr Μαρδοχαιος U+05D0c. a ( χαος) | A | Κυριου bis] pr του U+05D0c.a ο 2 Κυριε 1⁰] + θε A | παντων κρατων] παντοκρα- τωρ U+05D0c.a | om και ουκ U+05D0* ᵛⁱᵈ (hab U+05D0c.a) ᵐᵍᵍ) 4 om και 1⁰ A | αντιτασσεται | U+05D0* ( αξ. U+05D0c.a) 5 γιγνωσκεις A 6 εὐδοκουν U+05D0A 7 ανθρω- που] ανθρωπων U+05D0* (.πω U+05D0c.a) | υπερανω A | θεου] + μου U+05D0c.aA | ουθενα A | 8 om ο θεος 10 U+05D0A | ο βασιλευς] βασιλευ U+05D0c.aA | απολεσοι] απολεσθαι A | 9 υπεοειδης A 10 σου το ονομα] το ονομα σου A | στομα] το αιμα U+05D0* | (στ U+05D0c.a) το στομα A)
766
[*](B)

καὶ πᾶς Ἰσραὴλ ἐκέκραξαν ἐξ ἰσχύος αὐτῶν, ὅτι θάνατος αὐτῶν ἐν ὀφθαλμοῖς αὐτόῶν.

Καὶ Ἐσθὴρ ἡ βασίλισσα κατέφυγεν ἐπὶ τὸν κύριον ἐν ἀγῶνι θανάτου κατειλημμένη,

καὶ ἀφελομένη τὰ ἱμάτια τῆς δόξης αὐτῆς ἐνεδύσατο ἱμάτια στενοχαορίας καὶ πένθους, καὶ ἀντὶ τῶν ὑπερηφάνων ἡδυσμάτων σποδοῦ καὶ κοπριῶν ἔπλησεν τὴν κεφαλήν· καὶ τὸ σῶμα ἐταπείνωσεν σφόδρα, καὶ πάντα τόπον κόσμου ἀγαλλιάματος αὐτῆς ἔπλησε στρεπτῶν τριχῶν αὐτῆς·

καὶ ἐδεῖτο Κυρίου θεοῦ Ἰσραὴλ καὶ εἶπεν Κύριέ μου, ὁ βασιλεὺς ἡμῶν, σὺ εἶ μόνος· βοήθησόν μοι τῇ μόνῃ καὶ μὴ ἐχούσῃ βοηθὸν εἰ μὴ σέ.

ὅτι κἰνδυνός μου ἐν χερί μου.

ἐγὼ δκουον ἐκ γενετῆς μου ἐν φυλῇ πατριᾶς μου, ὅτι σύ, Κύριε, ἔλαβες τὸν Ἰσραὴλ ἐκ πάντων τῶν ἐθνῶν καὶ τοὺς πατέρας ἡμῶν ἐκ πάντων τῶν προγόνων αὐτῶν εἰς κληρονομίαν αἰώνιον, καὶ ἐποί ησας αὐτοῖς ὅσα ἐλάλησας.

καὶ νῦν ἡμάρτομεν ἐνώπιόν σου, καὶ παρέδωκας ἡμᾶς εἰς χεῖρας τῶν ἐχθρῶν ἡμῶν·

ἀνθʼ ὧν ἐδοξάσαμεν τοὺς θεοὺς αὐτῶν. δίκαιος εἶ, Κύριε·

καὶ νῦν οὐχ ἱκανώθησαν ἐν πικρασμῷ δουλείας ἡμῶν, ἀλλὰ ἔθηκαν τὰς χεῖρας αὐτῶν,